Letter of [legatus pro] praetore [Publius] Afranius Flavianus approving benefaction of Gaius Vibius Salutaris; AD 104; found at Ephesos: Wood, App. 6, no. 1, col. 6, ll. 1-40; GIBM 481, 481*; FiE II no. 27D; Oliver, Sacred Gerousia 3, ll. 370-413; *IEph 27D (PH).  
[ ] IEph 27D
370 ἐπ[ὶ] πρυτάνεως̣ Τ[ιβ(ερίου) Κλ(αυδίου) Ἀντι]πάτου]
Ἰουλιανοῦ, μηνὸς [Ποσειδεῶνος.]
Ἀφράνιος Φλαουιανός, [πρεσβευτὴς καὶ ἀντι]στρά[τη]-
γος, Ἐφεσίων ἄρχ[ουσι, βουλῇ, δήμῳ χα]ίρειν̣.
Οὐείβιος Σαλουτάρ̣[ιος, ὁ] φίλτα[τος ἡμεῖν, εὐγενέσ]τατος̣
375 [μ]ὲν ἐκ τοῦ ἀξιώμ̣[ατος αὐτο]ῦ ὑπάρχ[ων, προσέτι δὲ κ]αὶ τοῦ ἀρίσ-
[το]υ̣ ἤθου[ς ὤν, ὅτι ἐξ ἧς πρ]ὸς ἡμᾶς ἔχ̣[ει διαθέσε]ος, τῶν οἰκιο-
[τ][των καὶ ἀν]ανκ̣α[ι]ο̣[τάτ]ων ἡμεῖν διεφ[άνη φί]λος, ἐν πολλοῖς
[ἐ]γ[νωρίσθη,] εἰ καὶ τοὺ[ς] πλείστους ἐλάν̣[θανε]ν, ὡς ἔχει πρὸς
[ὑ]μ[ᾶς εὐνοία]ς τε καὶ π̣ροαιρέσε̣ος.  νῦν [δὲ ἤδ]η τὴν ἑαυτοῦ
380 [δι]απ̣[ρεπῆ φ]ιλοσ̣[τ]ο̣ργίαν, ἣν ἐξ ἀρχῆ[ς πρὸ]ς̣ τὴν πόλιν ἔχει,
φαν[ερὰν πᾶσι] πεπο[ιη]μένου, οἰκεῖον [ἅμα καὶ] πρέπον τῷ
τε β[ίῳ τῷ ἑαυτ]οῦ κ[αὶ] τῷ ἤθει ν[ομίζοντος τὸ] κοσμεῖ̣[ν]
καὶ σ[εμνύνειν καὶ τὰ ἁγ]νὰ κ̣[αὶ] τ̣ὰ κοινὰ τ[ῆς μεγίστης] καὶ
ἐπισ[ημοτάτης ὑμῶν πόλεως, εἴ]ς τε τειμὴν καὶ εὐσέβ̣[ειαν τῆ]ς̣ ἐπι-
385 φανεσ[τάτης θεᾶς] Ἀρτέμιδος καὶ τοῦ οἴκου τῶν αὐτοκρατό-
ρ[ω]ν δ[ωρεαῖς καὶ χρη]μάτων ἀφιερώσει τὰ̣ νῦν φιλοτειμου-
μένου, [συνήδομ]αι ὑμεῖν τε καὶ περὶ τἀνδρὸς [ἐμοί τ’ ἐ]<ξ> ἴσων
περὶ ὑμ[ῶν εἰς τὸ][ντ]ιμηνῦσαι μαρτυρῆσαί τε [καὶ εὐ]φημίᾳ τῇ
π[ρ]οσηκ[ούσῃ] αὐτὸν [ὑ]π̣ὲρ ὑμῶν ἀμείψασθαι· ὅ[περ] α̣ὐτῷ καὶ πα-
390 ρ’ [ὑ]μῶ[ν ὀφε]ί̣λεσθαι ν̣ομίζω πρὸς τὸ καὶ πλε[ίου]ς εἶναι τοὺς
[μ]οίως π[ροθ]υμουμ[έ]νους, εἰ οὗτος φαίνοι[το τ]ῆς κατὰ τὴν
ἀξίαν ἀμοιβῆς τ̣υνχάν[ων.]  εἴη δ’ ἂν κἀμοὶ ἐν τοῖς μάλιστα
κ̣εχαρισμένον καὶ ἥδιστον, εἰ, ὃν ἐξαιρέτως τῶν φίλων
τειμῶ καὶ στέργω, παρ’ ὑμεῖν ὁρῴην μαρτυρίας καὶ τειμῆς
395 ἀξιούμενον.  περὶ μέντοι γε̣ τ̣ῆς τῶν χρημ̣[ά]τ̣ω̣ν διατά]-
ξεως καὶ τῶν ἀπεικονισμάτων τῆς θεοῦ καὶ τῶν εἰκόνων,
ὅπως αὐτοῖς δεήσει χρῆσ<θ>αι καὶ εἰς τὴν τίν̣α οἰκονομίαν
ἄνδρα τετάχθαι, αὐτόν τε τὸν ἀνατιθέν̣[τα] εἰση<γ>ήσασθαι
νομίζω εὔλογον εἶναι καὶ ὑμᾶς οὕτ[ω] ψηφίσασθαι. ἐπεὶ
400 ἂν δὲ ὑπό τε αὐτοῦ τοῦ καθιεροῦντος καὶ ὑμῶν αὐτῶν κυρω-
θῇ τὰ δόξαντα, βούλομαι ταῦτα εἰσαεὶ μένειν ἐπὶ τῶν αὐτῶν
ἀπαραλλάκτως ὑπὸ μηδενὸς μηδεμιᾷ{ν} <π>αρενχειρήσει λυ-
όμενα ἢ μετατιθέμενα.  εἰ δέ τις πειραθείη ὁπωσοῦν ἢ συν-
βουλεῦσαί τι τοιοῦτον ἢ εἰσηγήσασθαι π̣ερὶ τῆς μεταθέ<σε>-
405 ως καὶ μεταδιοικήσεως τῶν νῦν ὑπὸ τε αὐτοῦ καὶ ὑφ’ ὑ-
μῶν κυρωθησομένων, τοῦτον ἀνυπερθέτως βούλομαι
ε[ἰ]ς μὲν τὸ τῆς μεγίστης θεᾶς Ἀρτέμιδος ἱερὸν καταθέσ-
θαι προστείμου δη(νάρια)  πεντακισ[χί]λια, εἰς δὲ τὸν τοῦ
[κυρίου Καίσαρος φίσκον —]
410 γερ[ουσία— ἄλλα δη(νάρια) δισμύρια πεντακ]ι̣σχίλια,
καθ[ὼς Ἀκουίλλιος Πρόκλος, ὁ λαμπρότατος ἀν]θ̣ύπατος,
καὶ π̣[ρότερον δι’ ἧς ἀντέγραψεν πρὸς ὑμᾶς ἐ]π̣ιστολῆς
ἐπ[εκύρωσεν καὶ ὥρισεν τὸ πρόστειμον.  ἔ]ρρωσθε.
Search Help
Contact Us