Letter of Lucius Pompeius Apollonios of Ephesos to proconsul Lucius Mestrius Florus concerning festival in Ephesos for Demeter Karpophoros and Thesmophoros and the Divi Augusti; AD 83/84; found at Ephesos: Riemann, BCH 1, 1877, 289, no. 72; Syll43 820; McCrum & Woodhead, Doc.’s 193; *IEph 213.  
[ ] IEph 213
1 Λουκίῳ Μεστρίῳ Φλώρῳ ἀνθυπάτῳ παρὰ
Λουκίου Πομπηΐου Ἀπολλωνίου Ἐφεσίου·
"μυστήρια καὶ θυσίαι, κύριε, καθ’ ἕκαστον
ἐνιαυτὸν ἐπιτελοῦνται ἐν Ἐφέσῳ Δήμητρι
5 Καρποφόρῳ καὶ Θεσμοφόρῳ καὶ θεοῖς
Σεβαστοῖς ὑπὸ μυστῶν μετὰ πολλῆς
ἁγνείας καὶ νομίμων ἐθῶν σὺν ταῖς
ἱερίαις ἀπὸ πλείστων ἐτῶν συντετηρημένα
ἀπὸ βασιλέων καὶ Σεβαστῶν καὶ τῶν
10 κατ’ ἐνιαυτὸν ἀνθυπάτων, καθὼς αἱ
παρακείμεναι ἐπιστολαὶ αὐτῶν περιέχουσιν·
ὅθεν, ἐπειγόντων καὶ ἐπὶ σοῦ τῶν μυστηρίων,
ἀναγκαίως, κύριε, ἐντυγχάνουσί σοι δι’
ἐμοῦ οἱ ὠφείλοντες τὰ μυστήρια ἐπιτελεῖν,
15 ἵνα ἐπιγνοὺς αὐτῶν τὰ δίκαια [—"]
Search Help
Contact Us