Letter of Lucius Pompeius Apollonios of Ephesos to
proconsul Lucius Mestrius Florus concerning festival in Ephesos
for Demeter Karpophoros and Thesmophoros and the Divi Augusti; AD
83/84; found at Ephesos: Riemann, BCH 1, 1877, 289, no. 72; Syll43
820; McCrum & Woodhead, Doc.’s 193; *IEph 213.
[ ]
IEph 213
1 | Λουκίῳ Μεστρίῳ Φλώρῳ ἀνθυπάτῳ παρὰ |
Λουκίου Πομπηΐου Ἀπολλωνίου Ἐφεσίου· | |
"μυστήρια καὶ θυσίαι, κύριε, καθ’ ἕκαστον | |
ἐνιαυτὸν ἐπιτελοῦνται ἐν Ἐφέσῳ Δήμητρι | |
5 | Καρποφόρῳ καὶ Θεσμοφόρῳ καὶ θεοῖς |
Σεβαστοῖς ὑπὸ μυστῶν μετὰ πολλῆς | |
ἁγνείας καὶ νομίμων ἐθῶν σὺν ταῖς | |
ἱερίαις ἀπὸ πλείστων ἐτῶν συντετηρημένα | |
ἀπὸ βασιλέων καὶ Σεβαστῶν καὶ τῶν | |
10 | κατ’ ἐνιαυτὸν ἀνθυπάτων, καθὼς αἱ |
παρακείμεναι ἐπιστολαὶ αὐτῶν περιέχουσιν· | |
ὅθεν, ἐπειγόντων καὶ ἐπὶ σοῦ τῶν μυστηρίων, | |
ἀναγκαίως, κύριε, ἐντυγχάνουσί σοι δι’ | |
ἐμοῦ οἱ ὠφείλοντες τὰ μυστήρια ἐπιτελεῖν, | |
15 | ἵνα ἐπιγνοὺς αὐτῶν τὰ δίκαια [—"] |