Letter of Hadrian to a[r]chontes and [b]oule of Eph[eso]s concerning L(ucius) E[r]astos; AD 128/129; found at Ephesos: Wood, App. 5, no. 1; GIBM 487; Lafoscade, De epistulis no. 26; Syll3 838; Abbott & Johnson 85; Smallwood, Doc.’s Nerva 72a; *IEph 1487.  
[ ] IEph 1487
1 Αὐ[το]κράτωρ Καῖσαρ θεοῦ Τ[ραιανοῦ]
Παρθ]κοῦ ὑιός, θεοῦ Νέρ[ο]υ̣α̣ υ̣[ἱ]ων[ός,]
Τραια[ν]ὸς Ἁδριαν[ὸ]ς Σεβασ[τός, ἀρ]χιερεὺ[ς]
μέγισ[το]ς, δημαρχ[ικῆ]ς ἐξουσί[ας το ι]γʹ, ὕπατος τὸ γʹ,
5 πατὴ[ρ πατ]ρίδος Ἐφ[εσί]ων τοῖς ἄ[ρ]χουσ[ι καὶ τῆι β]ουλῆι χαίρειν.
Λ(ούκιος) Ἔ[ρ]αστος καὶ πολε̣[ί]της ὑ[μ]ῶν ε̣ῖναί φ[ησιν, κ]αὶ πολλ[ὰ ἔτη]
πλῖ καὶ τ[ὴ]ν θάλασ[σαν, καὶ ὅσα ἀπὸ τούτ̣[ου δυν]ατὸς [ἦν]
χρήσιμ[ο]ς γενέσ[θαι τῇ πατρ]ίδι, καὶ τοῦ ἔθν[ους] τ̣ο̣[ὺς] ἡγε-
μόνας ἀεὶ δι[α]κ̣ομ[ίζειν·] ἐ̣[μ]οὶ δὲ δ[ὶς] ἤδη συ̣[νέπλευ]σεν,
10 τὸ μὲν πρῶτον εἰς Ῥόδον ἀπὸ τῆς Ἐ[φέ]σου κο[μιζ]ομέ[νῳ,]
νῦν δὲ ἀπ’ Ἐλευσεῖνος πρὸς ὑμᾶς ἀφικ[ν]ουμέν[ῳ· εὔ]χετα[ι]
δὲ βουλευτὴς γενέσθαι· κἀγὼ τὴν̣ μὲν [δοκι]μασία[ν ἐ]φ’ ὑμεῖν
ποιοῦμαι· εἰ δὲ μηδὲν ἐνποδὼν [εἴη αὐτῷ, ἀλλὰ δόξαι τῆς τει]μῆς ἄξ[ι]ος,
τὸ ἀργύριον ὅσον διδόασιν οἱ βουλεύοντες [δώσω τῆς ἀρχαι]ρεσίας [ἕ]νεκα.
15 εὐτυχεῖτε.
Search Help
Contact Us