2nd copy of letter of emperor concerning duties of
logistes; 2; found at Ephesos, text identical with Ephesos 187:
Keil, JÖAI 27, 1932 Beibl. 18-25; AnnEpig 1932, 50; *IEph 16;
**Oliver, AJP 100, 1979, 556 (l. 11); SEG 29, 1107.
[ ]
IEph 16
| 1 | [—]κοσιν, ἤρξαντο δὲ αὐτῶν οἱ λογισμοὶ τυνχάνειν ἐξετάσεως, [τὸν λο]- |
| [γιστὴν αὐ]τὸν τούτους περαίνειν· καὶ τοῦτο ὁμοίως μὲν φυλάττειν ἐπὶ τῶν | |
| [ζώντων,] ὁμοίως δὲ ἐπὶ τῶν τετελευτηκότων· τῶν δὲ τεθνηκότων οὐκ εἰ | |
| [ἦρξε]ν πρὸ ἐτῶν δέκα, ἐτελεύτησεν δὲ ἐντὸς τῶν δέκα, ἀνυπεύθυνος | |
| 5 | [ἔστ]αι, ἀλλὰ εἴ τις πρὸ τῶν δέκα ἐτῶν ἐτελεύτησεν, τούτου οἱ κληρονό- |
| [μοι] τοὺς λογισμοὺς οὐχ ὑφέξουσιν· εἰ μέντοι τὰς καλουμένας λοιπογρα- | |
| [φὰς] ἑαυτοῖς προσῆψαν, εἴτε τῶν ζώντων τινὲς εἴτε τῶν τετελευτη- | |
| [κό]των, ταῦτα δηλονότι ὡς ὀφλήματα ὁ λογιστὴς ἀπαιτήσει· ἐπεὶ δὲ | |
| [οἶδα ἐν] τῷ τοιούτῳ ῥαδίως τινὰς ἐπὶ τὰς ἐπικλήσεις ἀπατῶντας ἐνπο- | |
| 10 | [δίζει]ν τοὺς λογισμούς, ἐνετειλάμην καὶ τοῦτο, ὅπως μηδενὸς ἐπικλήσεις |
| [πρὸ ἀπ]οφάσεως λαμβάνοι· ἄριστα δὲ ποιήσουσιν | |
| καὶ οἱ τὰς εὐθύνας ὀφείλοντε[ς] | |
| [εὐθὺς δό]ντες τοὺς λογισμούς, ἵνα αὐτοί τε θᾶττον ἀπαλλαγεῖεν τῶν πραγ[μάτων] | |
| [ἥ τε πό]λις κομίσαιτο τὰ αὐτῆς ὅ τε λογιστὴς θᾶττον ἐπιδείξαιτό μοι τὰ δι[ο]ι- | |
| [κονομηθέν]τα ὑπ’ αὐτοῦ· δῆλον γὰρ ὅτι ἐνχειρισθεὶς ὑπ’ ἐμοῦ | |
| 15 | [τῆς πρώτης κα]ὶ μεγίστης μητροπ[όλεως τῆς Ἀσίας προ]- |
| [στασίαν παρέξεταί τινα σπουδήν, ὥστε —] |