Honorary decree of boule and demos of Ephesos honoring Gaius Vibius Salutaris for his benefaction paying for statues of Artemis, Trajan, Clotina, Senate, equites, and demos of Rome, polis of Ephesos, demos of Ephesos, boule of Ephesos, gerousia of Ephesos, ephebeia of Ephesos, and so on, and accepting benefaction; AD 104; found at Ephesos: Wood, App. 6, no. 1, col.’s 1,2; Curtius, Hermes 4, 1870, 201-203, no. 12 (part); GIBM 481, 481*; FiE II no. 27A; Laum 74, 1-7 (part); Oliver, Sacred Gerousia 3, 1-134; SEG 15, 698; *IEph 27A (PH) and Add. p. 2.  
[ ] IEph 27A + Add. p. 2
1 ἐπὶ π̣[ρυτ]ά̣ν̣εω[ς]
[Τ]ιβ(ερίου) Κλ(αυδίου) Ἀντιπάτρου Ἰου̣λ̣[ι]α̣νοῦ μην[ὸς]
Ποσειδεῶνος ϛʹ ἱστ̣αμένου.
[ἔ]δοξε τῇ βουλῇ καὶ τῷ νεωκόρῳ δήμῳ φ[ι]λ̣οσεβάστῳ·
5 [πε]ρ̣ὶ̣ ὧν ἐνεφάνισαν Τιβ(έριος) Κλ(αύδιος), Τιβ(ερίου) Κλ(αυδίου) Ἀλεξά[νδρ]ο̣υ υἱός, [Κυρ(είνα),]
[Ἰουλιανό]ς, φιλόπατρις καὶ φιλοσέβαστο[ς, ἁγν]ός, εὐσεβής,
[γραμματεὺς το]ῦ δήμου τὸ βʹ, καὶ οἱ στρατηγοὶ τῆ[ς] π̣ό̣[λ]ε̣ως φιλοσέ-
[βαστοι· ἐπειδὴ τοὺς] φιλοτείμους ἄνδρας περὶ τὴν [πόλ]ι̣ν καὶ κατὰ
[πάντα ἀποδειξαμένοι]ς̣ στοργὴν γνησίων πολει[τῶν ἀ]μοιβαί-
10 [ων χρὴ τυχεῖν τειμῶν πρὸς] τὸ ἀπολαύειν μ̣ὲν τοὺς εὖ̣ [ποι]ή̣σαν-
[τας ἤδη τὴν πόλιν, ἀποκεῖσθαι δὲ τοῖς βο]υλομένοις περ̣[ὶ τὰ]
ὅμοια ἁμι̣[λλᾶσθαι, ἅμα δὲ τοὺς] ἐσπουδα[κ]ό̣τας τὴν μεγίστην θε-
ὸν Ἄρτεμιν [τειμᾶν, παρ’ ἧς γ]ε̣ίνεται πᾶσιν τ̣[ὰ] κ̣άλλιστα, καθήκε[ι]
παρὰ τῇ πόλε[ι εὐδοκιμεῖν, Γάϊός] τε Οὐίβι[ος Σαλο]υτάριος, ἀ-
15 νὴρ ἱππικῆς τά[ξε]ος, γένει καὶ ἀξίᾳ διάσημος, στρατείαις τε καὶ
ἐπιτροπαῖς ἀ[πὸ] τοῦ κυρίου ἡμῶν αὐτοκράτορος κεκοσμημένος,
πολείτης ἡ[μέτε]ρος καὶ τοῦ βουλευτικοῦ συνεδρίου, πρὸς πα[τρός]
[τε ἀγ]αθῇ χρώμ̣[ενος δι]αθέσι, ὡς καὶ τὰς ἀπὸ τῆς τύχης ἐπὶ τὸ κρε̣[ῖσ]-
[σον] π̣ροκοπὰς κοσ[μεῖν τῇ] τῶν ἠθῶν σεμνότητι, εὐσεβῶν μὲν φιλοτεί-
20 [μως] τὴν ἀρχηγέτιν πο[ικίλ]α̣ις μὲν ἐπινοίαις ἐσπούδακεν περὶ τὴν θρησ̣-
[κείαν,] μεγαλοψύχο[ις δὲ] καθιερώσεσιν τὴν πόλιν κα̣τ̣ὰ̣ πᾶν τετε[ίμη]-
κεν, προσ[έτι δὲ καὶ νῦν προσελθ]ὼ̣ν εἰς τὴν ἐκκλησίαν ὑπέσχε[το ἐννέα ἀ]-
πεικονίσ[ματα καθιερώσειν,] ἓν μὲν χρύσεον, ἐν ᾧ καὶ ἀργ[ύρεα]
ἐπίχρυσα, ἕτ̣[ερα δὲ ἀργύρεα] ἀ̣πεικονίσματα ὀκτώ, εἰ[κόνας τε]
25 ἀ̣ργυρέας εἴ[κοσι, πέντε μὲν] τοῦ κ[υ]ρίου ἡμῶν αὐ[τοκράτορος]
Νέρουα Τραϊα[νοῦ Καίσαρος Σ]ε̣β̣α̣στ̣οῦ Γερμανικοῦ, Δ̣[ακικοῦ, καὶ]
τῆς ἱερωτάτ[ης γυναικὸς αὐτοῦ Πλ]ωτείνης καὶ τῆς ἱερ[ᾶς συνκλήτου]
κ̣αὶ τοῦ Ῥωαίων ἱππικοῦ τάγμα]το̣ς καὶ δήμου, [τούτων δὲ χω]-
ρὶ̣ς εἰκόν[ας δεκαπέντε Ἐφεσίω]ν τὴν π̣όλιν προσ[ωποποιούσας,]
30 [το]ῦ δή̣μ[ου καὶ τῶν ἓξ φυλῶν κα]ὶ βου̣[λῆ]ς καὶ γερ̣[ουσίας καὶ ἐφη]-
βεία̣[ς —]σ̣του [․c.4․]νκ[—]
[—]
μετ[—]
ον[—]
35 ὑπο[—]
τασ̣[—]
τα[—]
β[—]
φ[—]
40 [—]
[․]ο[—]
[—]
το[—]
δ[—]
45 [—]
τρ̣[—]
ε[—]
[— ὑπὸ τῶν φυλάκων, συνεπιμελουμένων καὶ] δύ̣ο νε̣[οποι]-
ῶν̣ [καὶ σκηπτούχου, φέρηται καὶ] α̣ὖ̣ φ̣[έρη]τ̣αι, διαδ[εχομέ]-
50 νων [καὶ συμπροπεμπόντων τῶν] ἐ̣φή[β]ων̣ [ἀ]πὸ τῆς̣ [Μαγνη]-
τικῆς [πύλης εἰς τὸ θέατρον κα]ὶ ἀπὸ τοῦ θε̣[άτρου κατὰ]
τὸν αὐ[τὸν τρόπον,] τῇ τε ν[ουμ]η̣νίᾳ ἀρχ[ιερατικοῦ]
ἔτους θυσί̣[ᾳ καὶ ἐν τ]α̣ῖ̣ς ι̣[βʹ καθ’ ἕκαστο]ν μῆνα ἀ̣[θροιζο]-
μέναις ἱερα[ῖς τε κα]ὶ νομ[ίμοις ἐκκλ]ησίαις κα[ὶ ἐν ταῖς τῶν]
55 Σεβ̣[ασ]τ̣είων [καὶ Σω]τ̣ηρίων [καὶ τῶν π]ε̣ντ[ετηρικῶν —]
[—]ω̣[ν ἑορταῖς —]
57/61 {²5 lines are missing}²
62 μοτε[— τῶν δὲ χρημάτων τῶν καθιε]-
ρωμένω[ν ὑπ’ αὐ]τ[οῦ Ἐφεσίων τῇ βουλῇ καὶ τῇ γερουσίᾳ]
καὶ πολ[είταις καὶ ἐ]φή̣[βοις καὶ παισὶν ὑπέσχετο αὐτὸς]
65 ἐπὶ τοῦ σ[— ἐκδανιστὴς γενέσθαι]
καὶ [τε]λ̣εῖν τόκ[ον δραχμιαῖον] ἀσσαριαῖον
[δι]αιρεθ[η]σόμεν<ο>ν κ[αθ’ ἕκαστον ἐ]νιαυτὸν κα-
[τὰ τ]ὴν διάταξιν αὐτοῦ τ[ῇ γεν]ε̣σ[ίῳ τῆ]ς θεοῦ ἡ̣[μέρᾳ,]
[ἥτι]ς ἐστὶν τοῦ Θαργηλιῶ[ν]ο̣ς μηνὸς ἕκ[τ]η ἱσταμέ[νου]
70 [ὁ]μολογήσας ἀποδώσε̣[ι]ν̣ τὰ χρήματ[α ἢ] ἑαυτὸν τὰ [κα]-
[θι]ε̣ρωμένα, ὅταν βουλη[θ]ῇ, ἢ τοὺς κληρον̣ό[μους αὐ]-
[το]ῦ̣ τῇ πόλει, κομιζομ̣έ̣νων τῶν ἑκά[σ]του προ[σώ]-
[που π]ροϊσταμένων· περὶ [ὧν] ἁπάντων διάταξ̣ιν εἰσηγ̣[ησάμε]-
[νος ἰδί]ᾳ̣ ἠ̣[ξί]ω̣σεν ἐπι[κυ]ρ̣ωθῆναι κα̣ὶ διὰ ψ̣[η]φίσμα[τος τῆς]
75 [βουλῆς καὶ τοῦ δήμου, καὶ νῦ]ν τῆς ἐπα[ρχ]ε̣ί̣ας [ἡγεμο]-
[νεύοντες ὁ κράτιστος ἀν]ὴρ καὶ εὐεργέ[τ]η̣ς Ἀκο[υί]λ̣λι-
[ος Πρόκλος, ὁ ἀνθύπατο]ς, καὶ Ἀφράνι[ο]ς Φλαουια-
[νός, ὁ πρεσβευτὴς καὶ ἀντ]ι̣στρά̣τ̣ηγο[ς, ἀν]υ̣περβλήτῳ
[τῇ φιλανθρωπίᾳ καὶ] φιλοστορ[γί]ᾳ ἐ[πιγνό]ντες τὴν
80 τ̣οῦ̣ ἀν̣δρ̣ὸ[ς μεγαλοψ]υχίαν, ὡς γνή[σιοι] π̣ολεῖται <ἡ>-
μῶν αὐτοί, κα̣[θ’ ἃ ἀντημεί]ψαντο αὐτῶ[ι κ]αὶ δι’ ἐπιστολῶν
[συ]νηδόμενο̣[ι ἀντέ]γραψαν, ἐ[πεκέλ]ευσαν, ὥστε δι’
[αὑτῶ]ν εἰσενε[νκεῖν π]ερὶ τῶν [καθιερώσ]εω̣ν̣ αὐτ̣[οῦ·]
δ[εδόχθ]αι Γ[άϊον Οὐεί]βιον [Σαλουτάριον, ἄνδρα ε]ὐσεβῆ
85 [μὲν] πρὸς [τοὺς θεού]ς̣, εἰς δὲ τ̣[ὴν πόλιν φι]λ̣ότειμον, τε-
τει̣[μῆσ]θαι τ[αῖς κρ]α̣τίσταις τιμ[αῖς εἰκόν]ων τε ἀναστάσε-
σιν ἔν [τε τῷ] ἱερῷ τῆς Ἀρτέμιδο̣[ς καὶ ἐν τοῖ]ς ἐπισημοτάτοις
τόποις τῆς πόλεως, ἀναγορεῦσαι δὲ αὐ]τὸν καὶ χρυσέῳ
στεφάνῳ ἐν ταῖς ἐκκ[λησίαις ὡς σπουδά]ζοντα καὶ φιλάρ-
90 τεμιν· τὴν δὲ παρα̣τ̣ή̣[ρησιν τῶν προγ]εγραμμένων ἱε-
ρῶν̣ [εἰδ]ῶν καὶ τὴν πρὸ κοιν̣[οῦ ἀπὸ τοῦ ἱ]εροῦ εἰς τὸ θέα-
τρον καὶ τὴν ἐκ τοῦ θεάτρου εἰ[ς τὸ ἱερὸν] τῆς Ἀρτέμιδος
[μετακομιδὴν ποιῆσαι κατὰ τὴν διάταξιν κ]αθ’ ἕκαστον [ἔ]-
τος [ἐκ τῶν νεοποιῶν δύο καὶ σκηπτ[οῦχον καὶ τοὺ[ς]
95 φ[υλάκους —]
96/103 {²8 lines missing}²
104 [—] τὸν ναὸν τῆς Ἀρ̣[τέμιδος —]
105 [— τ]ῶν καθηκόντω[ν —]
[—.  τὴν δὲ διάταξιν αὐ]τοῦ κυρίαν ε̣ἶ̣ν̣[αι, ἀμετάθετον,]
[ἀκατάλυτον, ἀπαράλλακτ]ον εἰς τὸν [ἅπαντα χρόνον.]
[ἐὰν δέ τις εἴτε ἰδιωτῶν ε]ἴ̣τε ἀρχό[ντων ἐπιψη]φίσῃ τ[ι πα]-
[ρὰ τὴν διάταξιν τὴν διὰ ψηφί]σμα[τος κυρωθη]σ̣ομένη[ν] ἢ̣
110 [ἀλλάξῃ, ἔστω ἄκυρον ἅπαν τὸ ἐναντίον τῇ διατάξ]ει, ὅ τε π̣οιή-
[σας τι τούτων ἢ εἰσηγησάμ]εν[ος ἀποτεισάτω εἰ]ς προ̣[σ]κόσ-
[μησιν τῆς κυρίας Ἀρτέμιδο]ς δ[ην(άρια) βʹ] μ̣(ύρια) [͵ε καὶ εἰς τὸν] τ̣οῦ κ[υρ]ίου Κ[αί]-
[σαρος φίσκον ἄλλα] δην(άρια) [βʹ] μ(ύρια) ͵ε, κ[αθάπερ οἱ κράτισ]τ̣ο[ι ἡ]-
[γεμόνες Ἀκουίλλιος] Πρόκλο[ς, ὁ ἀνθύπατος, καὶ Ἀφράνι]-
115 [ος Φλαουιανός, ὁ πρεσβευ]τ̣[ὴς καὶ ἀντιστράτηγος, δι’ ἐ]-
[πιστο]λ̣ῶν τὸ [προγεγραμμένον πρόστειμον ὥρισαν·]
[πρὸς δ]ὲ τὸ φαν[ερὰν γενέσθαι τήν τε πρὸς τὴν πό]-
[λιν μ]ε̣γαλοψυχ[ίαν αὐτοῦ καὶ τὴν πρὸς τὴν θεὸν εὐσέβειαν]
[τὴν ὑπ’ αὐτ]οῦ γεγ̣[ραμμένην καὶ διὰ τούτου τοῦ ψηφίσ]μ̣ατ̣[ος]
120 [τῆς βουλῆς καὶ τοῦ δήμου κεκυρωμένην διά]τ̣αξιν, [ἀναγ]ραφ[ῆ]-
[ναι —]θα[․․․]σ[․․]
[—]
[․․․c.10․․․]ν ἐν μὲ̣ν τῷ θεάτρῳ [ἐπὶ τῷ τῆς νοτίας πα]-
[ρόδου τοίχῳ] αὐτ̣οῦ μαρμαρίνῳ, ᾗ β[ούλεται αὐτός, ἐν δὲ]
125 [τῷ Ἀρτεμ]ι̣σ̣ίῳ ἐν τόπῳ ἐπιτηδείῳ, φιλοτει[μίας ἕνεκα κ]αὶ
[ἀρετῆς·] καὶ περὶ τῆ[ς δ]ιαμονῆς τῶ<ν> καθι[ερωμένων] ὑ̣π’ αὐ-
[τοῦ χρ]η̣μάτων τῇ τε βουλῇ καὶ τῇ γερο̣[υσίᾳ καὶ πολείταις καὶ]
[ἐφήβ]οις ὑπέσχετο αὐτὸς κατὰ̣ [τὴν διάταξιν —]
[․․․]ι ἐκδανιστὴς γενέσθαι̣ [—]
130 [—]
[—]
[δεδόχθαι τῆι βουλῆι καὶ τῶι νεωκ]όρωι δήμωι φιλοσε[βάστωι]
[γενέσθαι, καθότι προγέγρα]πται.
Search Help
Contact Us