Honorary decree [of boule] and demos of Ephesos for Apollo[nides], officer of King Demetrios (Poliorketes); 306/301 BC; found at Ephesos: Wood, App. 2, no. 8; GIBM 448; Michel 490; Syll3 352; FiE II p. 104 (part); *IEph 1448.  
[ ] IEph 1448
0 [ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· — εἶπεν· ἐπειδὴ Δημήτριος]
a [ὁ βασιλεὺς πολλῶν καὶ μεγάλων ἀγαθῶν αἴτιος ὢν]
1 τυγχάνει περὶ το[ὺ]ς Ἕλληνας καὶ τὴμ πόλι[ν τὴν ἡμετέραν,]
ἀγαθῆι τύχηι δεδόχθαι τῶι δήμωι συνησθ[ῆναι ἐπὶ τοῖς ἐξηγ]-
γελμένοις ἀγαθοῖς τοῦ βασιλέως καὶ το[ῦ στρατεύματος,]
καὶ στεφανηφορεῖν Ἐφεσίους καὶ τοὺς κατοικ̣[οῦντας πάντας]
5 ἐπὶ τοῖς εὐτυχήμασιν τοῖς ἐξηγγελμένοις, [θύειν δὲ καὶ]
[εὐ]αγγέλια τῆι Ἀρτέμιδι τοὺς ἐσσῆνας καὶ [τὴν ἱέρειαν]
[καὶ τ]ὸν οἰκονόμον, καὶ εὔχεσθαι καὶ εἰς τὸ λοιπὸν ἐπ[ὶ πλέον εὖ]
[γίνε]σθαι Δημητρίωι τῶι βασιλεῖ καὶ τῶι δήμω[ι τῶι Ἐφεσίων· δοῦναι]
[δὲ κα]Ἀντιγόνωι καὶ Δημητρίωι τοὺς στε[φάνους τοὺς ἐκ τῶν]
10 [νόμω]ν· τοῦ δὲ ἀναλώματος τοῦ εἰς τὴν θυ[σίαν ἐπιμελεῖσθαι]
τ[ὸν ο]ἰκονόμον· ἐπαινέσαι δὲ καὶ Ἀπολλω[νίδην τὸν φίλον]
τ[οῦ] βασιλέως καὶ ἀναγγείλαντα τὴν εὔν[οιαν τοῦ βασι]-
[λέ]ως τῶι δήμωι καὶ ἣν ἔχει αὐτὸς πρὸς τὸμ βα[σιλέα καὶ τὸν]
δ[ῆ]μον τὸν Ἐφεσίωγ καὶ στεφανῶσαι αὐτὸγ χρ[υσέωι στεφάνωι ἀπὸ]
15 χρ[υ]σῶν εἴκοσι· τοῦ δὲ στεφάνου ἐπιμε[λεῖσθαι τὸν οἰκονόμον·]
δ[ο]ῦναι δὲ αὐτῶι καὶ πολιτείαν ἐ[φ’ ἵσηι καὶ ὁμοίηι]
[κ]αθάπερ καὶ τοῖς ἄλλοις εὐερ[γέταις, καὶ προσόδον εἰς]
[τ]ὴμ βουλὴγ καὶ τὸν δήμο[ν πρώτωι μετὰ τὰ ἱερὰ καὶ προεδρίαν ἐν τοῖς]
ἀγῶσι καθάπερ [κ]αὶ τοῖς [ἄλλοις εὐεργέταις· ἀναγράψαι δὲ καὶ τὰς]
20 δεδομένας δωρεὰς το[ὺς νεωποίας ἐν τῶι τῆς Ἀρτέμιδος ἱερῶι, ὅπου καὶ]
τὰς ἄλλας πολιτεί[ας ἀναγράφουσιν. ἔλαχε φυλὴν —, χιλιαστὺν —.]
Search Help
Contact Us