Honorary decree [of boule] and demos of Ephesos for
Apollo[nides], officer of King Demetrios (Poliorketes); 306/301
BC; found at Ephesos: Wood, App. 2, no. 8; GIBM 448; Michel 490;
Syll3 352; FiE II p. 104 (part); *IEph 1448.
[ ]
IEph 1448
| 0 | [ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· — εἶπεν· ἐπειδὴ Δημήτριος] |
| a | [ὁ βασιλεὺς πολλῶν καὶ μεγάλων ἀγαθῶν αἴτιος ὢν] |
| 1 | τυγχάνει περὶ το[ὺ]ς Ἕλληνας καὶ τὴμ πόλι[ν τὴν ἡμετέραν,] |
| ἀγαθῆι τύχηι δεδόχθαι τῶι δήμωι συνησθ[ῆναι ἐπὶ τοῖς ἐξηγ]- | |
| γελμένοις ἀγαθοῖς τοῦ βασιλέως καὶ το[ῦ στρατεύματος,] | |
| καὶ στεφανηφορεῖν Ἐφεσίους καὶ τοὺς κατοικ̣[οῦντας πάντας] | |
| 5 | ἐπὶ τοῖς εὐτυχήμασιν τοῖς ἐξηγγελμένοις, [θύειν δὲ καὶ] |
| [εὐ]αγγέλια τῆι Ἀρτέμιδι τοὺς ἐσσῆνας καὶ [τὴν ἱέρειαν] | |
| [καὶ τ]ὸν οἰκονόμον, καὶ εὔχεσθαι καὶ εἰς τὸ λοιπὸν ἐπ[ὶ πλέον εὖ] | |
| [γίνε]σθαι Δημητρίωι τῶι βασιλεῖ καὶ τῶι δήμω[ι τῶι Ἐφεσίων· δοῦναι] | |
| [δὲ κα]ὶ Ἀντιγόνωι καὶ Δημητρίωι τοὺς στε[φάνους τοὺς ἐκ τῶν] | |
| 10 | [νόμω]ν· τοῦ δὲ ἀναλώματος τοῦ εἰς τὴν θυ[σίαν ἐπιμελεῖσθαι] |
| τ[ὸν ο]ἰκονόμον· ἐπαινέσαι δὲ καὶ Ἀπολλω[νίδην τὸν φίλον] | |
| τ[οῦ] βασιλέως καὶ ἀναγγείλαντα τὴν εὔν[οιαν τοῦ βασι]- | |
| [λέ]ως τῶι δήμωι καὶ ἣν ἔχει αὐτὸς πρὸς τὸμ βα[σιλέα καὶ τὸν] | |
| δ[ῆ]μον τὸν Ἐφεσίωγ καὶ στεφανῶσαι αὐτὸγ χρ[υσέωι στεφάνωι ἀπὸ] | |
| 15 | χρ[υ]σῶν εἴκοσι· τοῦ δὲ στεφάνου ἐπιμε[λεῖσθαι τὸν οἰκονόμον·] |
| δ[ο]ῦναι δὲ αὐτῶι καὶ πολιτείαν ἐ[φ’ ἵσηι καὶ ὁμοίηι] | |
| [κ]αθάπερ καὶ τοῖς ἄλλοις εὐερ[γέταις, καὶ προσόδον εἰς] | |
| [τ]ὴμ βουλὴγ καὶ τὸν δήμο[ν πρώτωι μετὰ τὰ ἱερὰ καὶ προεδρίαν ἐν τοῖς] | |
| ἀγῶσι καθάπερ [κ]αὶ τοῖς [ἄλλοις εὐεργέταις· ἀναγράψαι δὲ καὶ τὰς] | |
| 20 | δεδομένας δωρεὰς το[ὺς νεωποίας ἐν τῶι τῆς Ἀρτέμιδος ἱερῶι, ὅπου καὶ] |
| τὰς ἄλλας πολιτεί[ας ἀναγράφουσιν. ἔλαχε φυλὴν —, χιλιαστὺν —.] |