Ephesos 64
   Honorary decree of boule and demos [of Ephesos] for [Aristo]phanes Aristeidous of Teos; IV/III?; found at Ephesos: Wood, App. 2, no. 23; GIBM 465; *IEph 1465.  
[ ] IEph 1465
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἀριστεὺς ε[ἶπεν· ἐπειδὴ Ἀριστοφάνης Ἀριστείδους Τήϊος πρότερόν τε χρείας παρείχετο τῶι]
δήμωι καὶ τῶμ πολιτῶν τοῖς ἀφικνουμένο[ις εἰς Τέω — καὶ νῦν — πρεσβέως ἀπο]-
σταλέντος εἰς Τέω ὑπὸ τῆς πόλεως πολλὴν̣ [τὴν προθυμίαν ἐποιήσατο, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, δοῦναι Ἀριστο]-
φάνηι Ἀριστείδους Τηΐωι πολιτείαν αὐτῶι κ[αὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ ὁμοίηι, ἐπικληρῶσαι δὲ αὐτὸν καὶ εἰς φυλὴν]
5 καὶ χιλιαστύν, ἀναγράψαι δὲ τὸ ψήφισμα το[ῦτο τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος ὅπου καὶ τὰς λοι]-
πὰς ἀναγράφουσι πολιτείας· ἔλαχε φυλὴν [—, χιλιαστὺν —.]
Search Help
Contact Us