Honorary decree of boule and demos [of Ephesos] for Agathokles [Ha]genonos of Rhodes; IIIb; found at Ephesos: Wood, App. 2, no. 1; GIBM 455; Michel 493; Syll3 354; *IEph 1455.  
[ ] IEph 1455
1 [ἔδο]ξεν τῆι βουλῆι [κ]αὶ τῶι δήμωι· Δί[ω]ν Διοπείθους εἶπεν· ἐπειδὴ Ἀγαθοκλῆς
[Ἁ]γήμονος Ῥόδιος σῖτον εἰσαγαγὼν εἰς τὴμ πόλιν πυρῶν ἑκτεῖς μυρίους
τετρακισχιλίους, καὶ καταλαβὼν τὸν σῖτον τὸν ἐν τῆι ἀγορᾶι πωλούμε-
νομ πλέονος δραχμῶν ἕχς, πεισθεὶς ὑπὸ τοῦ ἀγορανόμου καὶ βουλόμενος
5 χαρίζεσθαι τῶι δήμωι ἐπώλησε τὸν σῖτομ πάντα εὐωνότερον τοῦ ἐν
τῆι ἀγορᾶι πωλουμένου· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, δοῦναι Ἀγαθοκλεῖ
Ῥοδίωι πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καὶ αὐτῶι καὶ ἐκγ[ό]νοις, ἐπικληρῶσαι δὲ
αὐτὸν τοὺς ἐσσῆνας εἰς φυλὴγ καὶ χιλιαστὺγ καὶ ἀναγράψαι αὐτῶι ταῦ-
τα τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος οὗ καὶ τὰς λοιπὰς πολιτείας
10 ἀναγράφουσιν, ὅπως ἅπα<ν>τες εἰδῶσιν ὅτι ὁ δῆμος ἐπίσταται χάριτας ἀπο-
διδόναι τοῖς εὐεργετοῦσιν αὐτόν. ἔλαχε φυλὴμ Βεμβίνης, χιλιαστὺν Αἰγώτεος.
Search Help