Honorary decree of boule and demos (of Ephesos) for
Melesippos Bacchiou of Plataiai (Boiotia); IV/III?; found at
Ephesos: FiE II no. 3; *IEph 2003.
[ ]
IEph 2003
| 1 | ἔ̣δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· |
| Πλάτων Ἀρτεμιδώρου εἶπεν· ἐπειδὴ Μελήσιππος Βακχίου Βοιώτι- | |
| ος ἐκ Πλαταιέων διατρίβωμ παρὰ τῆι βασιλίσσηι Φίλαι εὔνουγ καὶ πρό- | |
| θυμον ἑαυτὸν παρέχεται καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχά- | |
| 5 | νουσι τῶμ πολιτῶγ χρείαμ παρέχεται, δεδόχθαι τῆι βουλῆι καὶ τῶι |
| δήμωι· ἐπαινέσαι τε αὐτὸγ καὶ στεφανῶσαι χρυσέωι στεφάνωι, ὅσου | |
| ἡ βουλὴ καὶ ὁ δῆμος κύριός ἐστιγ καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις | |
| ἐν τῶι θεάτρωι· δοῦναι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμο̣ίηι, αὐτῶι | |
| καὶ ἐκγόνοις, ἐπικληρῶσαι δὲ αὐτὸγ καὶ εἰς φυλὴγ καὶ χιλιαστύν· εἶνα[ι] | |
| 10 | δὲ αὐτῶι καὶ ἔφοδον ὧν ἄν δέηται ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμον |
| μετὰ τὰ ἱερὰ καὶ τὰ̣ βασί̣[λ]ει̣α̣· ὑ̣[πά]ρχειν δὲ αὐτ̣ῶι καὶ προεδρίαν ἐν τοῖς | |
| [ἀγῶσι —] |