Honorary decree of boule and demos (of Ephesos) for Melesippos Bacchiou of Plataiai (Boiotia); IV/III?; found at Ephesos: FiE II no. 3; *IEph 2003.  
[ ] IEph 2003
1 ἔ̣δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι·
Πλάτων Ἀρτεμιδώρου εἶπεν· ἐπειδὴ Μελήσιππος Βακχίου Βοιώτι-
ος ἐκ Πλαταιέων διατρίβωμ παρὰ τῆι βασιλίσσηι Φίλαι εὔνουγ καὶ πρό-
θυμον ἑαυτὸν παρέχεται καὶ κοινῆι τῆι πόλει καὶ ἰδίαι τοῖς ἐντυγχά-
5 νουσι τῶμ πολιτῶγ χρείαμ παρέχεται, δεδόχθαι τῆι βουλῆι καὶ τῶι
δήμωι· ἐπαινέσαι τε αὐτὸγ καὶ στεφανῶσαι χρυσέωι στεφάνωι, ὅσου
ἡ βουλὴ καὶ ὁ δῆμος κύριός ἐστιγ καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις
ἐν τῶι θεάτρωι· δοῦναι δὲ αὐτῶι καὶ πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμο̣ίηι, αὐτῶι
καὶ ἐκγόνοις, ἐπικληρῶσαι δὲ αὐτὸγ καὶ εἰς φυλὴγ καὶ χιλιαστύν· εἶνα[ι]
10 δὲ αὐτῶι καὶ ἔφοδον ὧν ἄν δέηται ἐπὶ τὴμ βουλὴγ καὶ τὸν δῆμον
μετὰ τὰ ἱερὰ καὶ τὰ̣ βασί̣[λ]ει̣α̣· ὑ̣[πά]ρχειν δὲ αὐτ̣ῶι καὶ προεδρίαν ἐν τοῖς
[ἀγῶσι —]
Search Help