Honorary decree of boule and demos (of Ephesos) for Ararousios and Phanodikos of Miletos; Hellenistic; found at Ephesos: JÖAI 52, 19, no. 2; *IEph 1411.  
[ ] IEph 1411
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Κωμαῖος Πανδαμάσου εἶπεν· ἐπειδὴ Ἀραρούσιος
καὶ Φανόδικος Πιθήκου Μιλήσιοι ἄνδρες ἀγαθοὶ καὶ πρόθυμοί εἰσιν περί τε τὸ ἱερὸν
καὶ τὸν δῆμον τὸν Ἐφεσίων καὶ τῶν πολιτῶν τοῖς ἀφικνουμένοις εἰς Μίλητον
χρείαν παρέχονται, δεδόχθαι τῆι βουλῆι, ἐπαινέσαι τε αὐτοὺς ἀρετῆς ἕνεκε,
5 καὶ εἶναι αὐτοὺς προξένους Ἐφεσίων· στεφανῶσαι δὲ καὶ ἑκάτερον αὐτῶν χρυ[σῶι]
στεφάνωι καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι, ὅπως ἂ̣ν̣ καὶ οἱ λοιποὶ ε̣ἰ̣[δῶ]-
σιν ὅτι ὁ δῆμος (sic) Ἐφεσίων τιμᾶι τοὺς προθύμους ὄντας περὶ τὸ ἱερὸν καὶ τὴμ π̣[ό]λ̣[ιν·]
ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπου κ̣[αὶ αἱ]
λοιπαὶ προξενίαι ἀναγεγραμμέναι εἰσίν.
Search Help
Contact Us