Oracle on altar in hexameters ordering propitiation of
Poseidon, with dedication to Asphalios Soter Posidaon megistos by
Andronikos Potamonos; II2: *IDidyma 132 (PH); Robert, CRAI 1968,
576-7; Fontenrose no. 14.
[ ]
IDid 132
| 1 | vacat θεὸς ἔχρησεν· |
| Ἀσφάλεον θυσίαισι Πολειδάωνα ἱλάσασθε | |
| τῶιδε ἐπὶ σημείωι καὶ αἰτεῖσθ’ ἵλαον ἱκνεῖσθαι | |
| σώιζειν θ’ ὑμετέρης κόσμον πόλεως ἀσάλευτον | |
| 5 | ἐκτὸς κινδύνου· μάλα γὰρ πέλας ἵεται ὑμῶν. |
| ὃν χρὴ καὶ πεφυλάχ̣θαι ἀρᾶσθαί θ’, ὡς μετέπειτα | |
| πρὸς γῆρας βαίνητε κακῶν ἀδαήμονες ὄντες. | |
| τεταμιευκὼς δὲ καὶ ἐν τῷ ἱερῷ | |
| Ἀνδρόνικος v Ποτάμωνος | |
| 10 | ἐπιστατῶν τῆς οἰκοδομίας |
| τοῦ ναοῦ τοῦ Ἀπόλλωνος τοῦ | |
| Διδυμέως κατὰ τὴν ὑπόσχεσιν | |
| δωρεὰν ἐφ’ ἔτη δέκα, | |
| Ἀσφαλέωι Σωτῆρι Ποσιδάωνι μεγίστωι | |
| 15 | ἱερὰ καλὰ ἱερῶν ταυροθύτοις θυσίαις. |
| οὗ ἕνεκεν Ποτάμωνος ὁ φὺς ῥίζης ἀπ’ ἐκείν[ης] | |
| βωμὸν λαΐνειον τόνδε ἀνέθηκε θεῶι. |