Funerary inscription in elegiacs for [Gorgo], wife of Antigo[nos]; c. 100 BC: *IDidyma 532c; **Peek, MDAI(A) 80, 1965, 160-9 (ll. 1-10).  
[ ] IDid 532c
1 τὰν μεθ’ ἑνὸς στέρξασαν ἔχειν βίον Ἀντιγό[νοιο]
ν̣υ̣μ̣φ̣ίου ἐκ̣ πεύκας ἄχρι καὶ εἰς Ἀίδαν,
Γορ̣γώ̣, τὰ̣ν καὶ χερσὶ [κ]αὶ ἐν πραπίδεσσι<ν> ἄμω[μον,]
τ̣ὰ̣[ν] ἐνὶ Μιλήτωι Πανελόπαν Ἰάδων,
5 οὐ ν̣όσος, ἃ ματ̣ρὸς β̣ί[α]σ̣’ ἀκμάν, τοῦ δὲ πεσο[ῦσαν]
ἀνδρὸς ἐν ἀγ̣κοίναις̣ ὕ̣π̣ν̣ος ἔπαυ̣σ̣ε βίου
[ἇς] ν̣υ̣ θεο[ύδ]ε̣ι̣α̣ν̣ θεὸ[ς] αἰ[ν]έ̣σ̣[ει·] ἁ δὲ φίλανδ[ρος,]
[ἃ χρὴ] κ̣ο̣σ̣μ̣ιόταν̣, τ̣ῶ̣νδ’ ὑπὸ γᾶν ἔλαχεν.
[υἱοὶ δ’] ε̣ἰ̣ μα̣κ̣άρ̣ω̣ν̣ β̣ί̣ο[υ οὐ] πέρας εἶχον ἄλυκτ[ον,]
10 [τίς π]οτ’ ἄν;  οὐδ’ Ἀ[ίδας] δέκτο λύσιν βιό̣[του.]
Search Help
Contact Us