Prophetes inscription for Ep[ikra]tes Hekataiou; early imperial: *IDidyma 258.  
[ ] IDid 258
1 προφήτης Ἐπ[ικρά]-
της Ἑκαταίου πέμπτ̣[ος]
[κ]λ̣ηρωθεὶς καὶ λαχὼν
αὐτοέτης, γεγυμνασια[ρ]-
5 χηκὼς τῶν νέων καὶ τῶ[ν]
πολειτῶν καὶ τῆς γερου-
σίας ἐπὶ τετράμηνον
καὶ πεπαιδονομηκὼς
καὶ τεταμιευκὼς καὶ ἐστ[ρα]-
10 τηγηκὼς τῆς πόλεως δ[ίς,]
πεποιηκὼς δὲ καὶ θεωρία[ς]
ἐν τοῖς Ἀνθεστηρίοις ἐπὶ
δύο ἡμέρας, ὑδροφορούσης̣
Πόλλης τῆς Μακαρέως,
15 ταμιευόντων Εὐτύχους
τοῦ Ἐπεράστου και Παμφίλου
τοῦ Ἀντιόχου, καὶ τειμηθεὶς
ὑπὸ τοῦ δήμου πλεονάκις
εἰκόσι χρυσαῖς καὶ ἀνδριᾶ[σι]
Search Help