List of stones used with names of contributors Kteson,
etc.: 219/8 BC: 7. Mil-Ber. 56-8, no. IIIa; Haussoullier, RPh 43,
1919, 189-198, no. IA; *IDidyma 25A.
[ ]
IDid 25A
0 | {²Much missing above}² |
[․․․․․․․․․․․․․․․․․․․․c.45․․․․․․․․․․․․․․․․․․․․․] ἀπὸ [—] | |
[․․․․․․․․․c.23․․․․․․․․․․ ἀντέθηκαν? δ]ὲ π̣[ετρίνου]ς ὀκτώ, πά[ντας ἱερούς·] | |
[ἔθηκαν δὲ καὶ ἐπὶ τοῦ θυραίο]υ̣ τοίχου παρά[θ]υρ̣ο̣ν̣ Κτήσωνος κα̣[ὶ] | |
[ἐκ μὲν τῆς ἐκτ]ὸς τῶν τὸ πάχος πενθημιποδίων πέντε, ὧν τὸμ πρὸ̣[ς] | |
5 | [τῶ]ι παραθύρωι καὶ τὸν ἐχόμενον ἱερούς, τρίτον Μοιρέ̣ου, τέταρτον ἱερόν, π̣[έμπτον] |
[Μ]ολπαγόρου· ἐγ δὲ τῆς ἐντὸς τῶν τὸ π̣άχος τριημιποδίων δύο, τὸμ πρῶτ[ον] | |
Θεοδότου, τὸν δὲ Μολπαγόρου· ἀντέθη̣κ̣α̣[ν δὲ] τ̣ο̣ύ̣τοις πετρίνους πέντε, ὧ[ν] | |
τὸν ἀπὸ τοῦ παραθύρου ἱερόν, δεύτερον Στράτω[ν]ος, τρίτον καὶ τέταρτον ἱερο̣[ύς], | |
πέμπτον Στράτωνος· καὶ ἐπὶ τοῦ θυραίου τοῦ λαβυρίνθου ἐκ τῆς ἐκτὸς τῶ̣[ν] | |
10 | [τ]ὸ πάχος πενθημιποδίων τέσσαρας, τὸμ πρῶτον ἀπὸ τοῦ θυραίου τοίχο[υ] |
Μ̣ολπαγόρου, δεύτερον Καλλικράτου, τρίτομ Μεγακλείους, τέταρτον | |
Μολπαγόρου· ἀντέθηκαν δὲ τούτοις πετρίνους ἕξ, ὧν τοὺς πρώτους δύο | |
ἱερούς, τοὺς δὲ̣ λοιποὺς Στράτωνος· ἔθηκαν δὲ καὶ ἐπὶ τοῦ μεσοτοίχου τοῦ | |
λαβυρίνθου πενθημιποδίους πέντε, ὧν τὸμ πρῶτον ἀπὸ τοῦ θυραίου | |
15 | Καλλικράτου, δεύτερομ Πρώτου, τρίτον ἱερόν, τέταρτον Εὐτύχου, |
πέμπτον ἱερόν· καὶ τὸν διαφράσσοντα τὴν ἀνάβασιν τριημιπόδιον Νέωνος· | |
ἀντέθηκαν δὲ τούτοις πετρίνους τέσσαρας, τὸμ πρῶτον Στράτωνος, | |
τοὺς δὲ λοιποὺς ἱερούς· καὶ τὸν διαφράσσοντα Στράτωνος. ἔθηκαν δὲ καὶ ἐν τῶι | |
δωδεκάτωι δόμωι ἀμφισκέπαρνομ παρὰ τὸμ προήνεμον τοῖχον τοῦ βορείου | |
20 | μέρους, Μολπαγόρου. v2 οἱ δὲ περὶ Ἀντίπατρον ὄντες δεκατέσσερες ἔθηκαν |
ἐν τῶι νοτίωι μέρει τοῦ τρεισκαιδεκάτου δόμου διάτοιχον ἐν τῶι τετάρτωι | |
μεταστυλίωι ἀπὸ τοῦ προηνέμου τοίχου, Πρώτου· καὶ ἐκ τῆς ἐντὸς τῶν | |
τὸ πάχος πενθημιποδίων λίθους δύο, τόν τε πρὸς τῶι διατοίχωι Ἀσκληπιοδώρου | |
καὶ τὸν ἐν τῆι ἑξῆς παραστάδι Ἀσκληπ̣ι̣οδώ̣ρου· ἀντέθηκαν δὲ τούτοις λίθου̣[ς] | |
25 | πετρίνους δύο ἱερούς. ἔθηκαν δὲ καὶ ἐν τῶι ν̣οτίωι μέρει τοῦ τεσσερεσκαιδεκά[του] |
δόμου τόν τε γωνιαῖον τὸγ̣ κ̣ατὰ πρόδ̣ομον ἱερόν̣, καὶ ἐκ τῆς ἐκτὸς τῶν | |
[τὸ πάχο]ς̣ π̣ε̣ν̣θ̣η̣[μ]ι̣π̣ο̣[δίων λίθους ․․․․․c.14․․․․․ ὧν] τὸμ πρὸς τῶι vacat | |
vacat |