Inventory of donations; 270/69 BC: *IDidyma 433 (PH).  
[ ] IDid 433
1 ἐπι στεφανηφόρου Λυκόφρονος τοῦ Εὐδήμου ταμιευ-
όντων τῶν ἱερῶν χρημάτων τῶν κατὰ τὸ ἱερὸν τὸ ἐν
Διδύμοις Φαιδίμου τοῦ Διαγόρου καὶ Ἑστιαίου τοῦ Ὀρν̣[υ]-
μενοῦ τάδε ἀνετέθη{ι} τῶι Ἀπόλλωνι· τρίπους ἀργυ-
5 ροῦς, ἀνάθημα τοῦ δήμου τοῦ Μιλησίων, ὁλκὴν Ἀλεξα-
νδρείου δραχμὰς τρισχιλίας τριακοσίας τεσσερά-
κοντα πέντε· φιάλη ὀμφαλωτή, ἀνάθημα Κυζικηνῶν,
ὁλκὴν ἄγουσα Ἀλεξανδρείου δραχμὰς ἑκατόν· ἄλ-
λη φιάλη λεία ὀμφαλωτή, ἀνάθημα Ἰασέων, ὁλκὴν Ἀλε-
10 ξανδρείου δραχμὰς ἑκατόν· ἄλλη φιάλη δακτυλωτή,
ἐπίσημον ἔχουσα ἐπὶ τοῦ ὀμφαλοῦ πρόσωπον Διονύ-
SOU, A)NA/QHMA *EU)BOU/LOU TOU= *DHMHTRI/OU *)IASE/WS, O(LKH\N A)/G-
ουσα Ἀλεξανδρείου ἑκατὸν τριάκοντα. v τάδε παρ’ Ἀρ-
τέμιδι· ὑπομηλὶς χρυσῆ, ἀνάθημα Ζωβίης τῆς Διονυσοδώ-
15 ρου· ἄλλη ὑπομηλὶς χρυσῆ, ἀνάθημα Παντάκλης τῆς
Μαιανδρίου· βατιάκια τρία <ἀ>πὸ τῆς <ἱ>ερᾶς προσόδου, ἃ πα-
ρέδωκαν Ἀθήναιος καὶ Αἰσχυλίδης, ὁλκὴν ἄγοντα
Ἀλεξανδρείου ἑκατὸν πεντήκοντα μίαν· κυλίκιον
τηϊουργές, ἀνάθημα Μενιττοῦς τῆς Μελησίππου,
20 τὴν ὁλκὴν ἀνεπίγραφον.  ταῦτά τε καὶ ὅσα παρελάβομε[ν]
παρὰ τῶν ταμιῶν τῶν ἱερῶν τῶν ἐπὶ Ποσειδωνίου τοῦ Θεοδέ-
κτους παρεδώκαμεν τοῖς ταμίαις τοῖς ἐπὶ Ἀθηνοδώρου το-
ῦ Δρύμωνος Σατύρωι Λέοντος, Φιλοκλεῖ Φαιδιμίσκου. vacat
Search Help
Contact Us