Decree establishing annual distribution of food on birthday
of Eumenes (II); c. 159/8 BC: 7. Mil-Ber. 27-30; *IDidyma 488
(PH).
[ ]
IDid 488
| 0 | {²Much missing above.}² |
| a | [—]ς τὸν ἀριθμὸ[ν —] |
| [—]v τὸ δὲ καθ’ ἔτο[ς —] | |
| [—] τοῖς αἱρεθησο[μένοις —] | |
| [—]․ εἰς τὸν κ[—] | |
| 1 | [․․․․․․․19-20․․․․․․․․]α[τ]ὴ̣ν κ․․․7․․․τ̣ο[․․8-9․․․] |
| [․․․9-10․․․ Λη]ν̣α̣ιῶνος τῆι ἕκτῃ ἀπὸ [τῆς πρ]οσό[δου] | |
| [τῆς ἐκ τῶν εἰρ]ημένων χρημάτων. v δεδόχθα[ι] | |
| [τῆι β]ο̣[υ]λῆ̣ι ἑλέσθαι ἐν τῆι ἐκκλησίαι ἄνδρας | |
| 5 | [δύο,] τοὺς δὲ αἱρεθέντας προνοῆσαι, ὅπως κατα- |
| [γο]ρ̣ασθῆι σῖτος ὁ ἱκανὸς ἢ μισθωθῆι ἡ παροχὴ | |
| [το]ῦ̣ ἱκανοῦ πλήθους εἰς τὴν διαμέτρησιν, ἵνα | |
| [δ]ῶσιν ἑκάστωι τῶμ πολιτῶν ἡμιεκτῆ ἓξ ἐν τῶ̣[ι] | |
| μηνὶ τῶι Ληναιῶνι τῆι ἕκτη<ι>, ἐν ἧι ἐγένετο ὁ βασ[ι]- | |
| 10 | λεὺς Εὐμένης, καὶ ἡ θυσία καὶ ἡ ἑστίασις συντελε[σθῆι] |
| [δ]ιευκ[ρ]ινουμένων τῶν τε κατὰ τὰς πομπὰς κ̣[αὶ] | |
| τ̣ὰς θυσίας καὶ τὸν καθοπλισμὸν τῶν ἐφήβων̣ | |
| [κ]αὶ τῶν ἄλλων τῶν διατεταγμένων κατά | |
| [τ]ε τὸν στεφανηφορικὸν νόμον καὶ τὴν περὶ | |
| 15 | [τ]ῆς ἱερεωσύνης διαγραφήν. αἱρεῖσθαι δὲ κα[ὶ] |
| ε̣ἰς τὸν ἑξῆς χρόνον τοῦ μηνὸς τοῦ Ταυρεῶνο[ς] | |
| τῆι δωδεκάτηι τοὺς καταγοράσοντας σῖτο[ν] | |
| ἢ μισθώσοντας τὴν παροχὴν τοῦ ἱκανοῦ πλή- | |
| θους. v ἵνα δὲ τύχηι τὰ προειρημένα τῆς προσ[η]- | |
| 20 | [κ]ούσης οἰκονομίας, τοὺς εἰρημένους ἄνδρας |
| [ἐ]πὶ τῆς κατασκευῆς τοῦ γυμνασίου Εἰρηνίαν Εἰρη̣- | |
| [ν]ίου, Ζώπυρον Ἀσκληπιοδώρου ἀποσυστῆ- | |
| [σ]αι ἐμ μηνὶ Ἀρτεμισιῶνι τῶι ἐν τῶ ἐνεστῶτ[ι] | |
| [ἐ]νιαυτῶι ἀπὸ τῶμ ὀφειλομένων ἐμπορικῶν | |
| 25 | δ̣ανείων τάλαντα τριάκοντα τοῖς αἱρεθησομέ- |
| ν̣οις ἐπὶ τῆς δημοσίας τραπέζη̣ς εἰς τὸν ἐνιαυ- | |
| τὸν τὸμ μετὰ τὸν δεύτερον θεὸν τὸμ μετὰ Μενε̣- | |
| κράτην, τοὺς δὲ χορηγεῖν τοῖς αἱρουμένοις ἀνδρά- | |
| [σ]ιν ἀπὸ τῆς προσόδου εἰς τὸν καταγορασμὸν τοῦ̣ | |
| 30 | σίτου, ἐξιόντας δὲ παρ[αδ]ι̣δ̣όναι τοῖς με- |
| θ’ ἑαυτοὺς τραπεζ[ίταις ․․․c.10․․․] συ[μ]- | |
| βόλαια εὐαρ̣κ̣[ετὰ — αἰ]- | |
| τῆσαι τοὺς α̣[ἱρουμένους? —] | |
| v4 π̣[οιε]ῖ̣ν [δὲ ․․c.7․․ εὐθὺς τὸν] καταγ̣ο[ρασμὸν] | |
| 35 | [ἢ τ]ὴν μίσθω[σιν τοῦ σίτου κα]ὶ ἐγγρά<φ>εσθαι εἰς τ[ὸν] |
| [λ]όγον. v2 ὅπω[ς δὲ τῆς ἁρ]μ̣οζούσης τηρήσεω[ς] | |
| τυγχάνηι τὰ ἐ̣[ψηφισμένα κ]αὶ ἡ εἰς τὸμ βασιλέα | |
| μνήμη διαφυλά̣[σσητ]αι εἰς τὸν ἀεὶ χρόνον, ἐπ[ι]- | |
| γνῶσι δὲ καὶ οἱ ἀ[δε]λφοὶ αὐτοῦ βασιλεύς τε Ἄτ- | |
| 40 | ταλος καὶ Ἀθήναιος καὶ ὁ υἱὸς Ἄτταλος τὴν τοῦ |
| δήμου καὶ ἐν τούτοις προαίρεσιν, v μὴ εἶναι μη- | |
| θενὶ μήτε εἰπεῖν μήτε ἀναγνῶναι μήτε προθεῖ- | |
| ναι μήτε πρ̣ογράψαι μήτε ἐπιψηφίσαι, ὡς δεῖ με- | |
| τατεθῆναι τὰ χρήματα εἰς ἄλλο τι καὶ μὴ ὑπάρχει[ν] | |
| 45 | εἰς τὰ ἐν τῶι ψηφίσμ̣[ατι] κατακεχωρισμένα. ἐὰν δ̣[έ] |
| τις παρὰ ταῦτα π[ράξηι] τρόπωι <ὁτωι>οῦν, τό τε γρ[α]- | |
| φὲν ἄκυρον ἔσ̣[τω, ὁ δὲ π]ράξας τι τῶν ἀπειρη- | |
| μένων [ἀποτεισάτω στατῆρας] δ̣ισχιλίους ἱεροὺς | |
| το̣[ῦ Ἀπόλλωνος τοῦ Διδυμ]έως· ὁμοίως δὲ | |
| 50 | [— πρ]όστιμον καὶ τοῦ |
| [—]ῶσιν, τὰ διάφορα | |
| [—]μένα. v2 τὸ δὲ ψή- | |
| [φισμα τόδε ἀναγράψαι εἰς στήλ]ην λιθίνην καὶ στ̣[ῆ]- | |
| [σαι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος το]ῦ Διδυμέως π[ρὸ] | |
| 55 | [τοῦ ναοῦ —]μένους· τοὺς [δὲ] |
| [— κα]τασκευῆ[ς τῆς] | |
| [στήλης vacat?] |