Honorary decree of Stratos (in Acarnania) for foreign judges
(from Miletos); III2/II1: IG IX, 12, 417; *IDidyma 487
(PH); **Gnomon 1959, 669 (ll. 1-2); SEG 19, 410.
[ ]
IDid 487
1 | ․․․α συγγενῆ τῶν [Ἀκαρνάνων διότι δικαστὰς ἄνδρας κα]- |
λοὺς κἀγαθοὺς χειροτονήσας ἀ̣[πέστειλεν ἡμῖν], ὁμοίως δὲ τ̣[οὺς] | |
δικαστάς, διότι τάν τε ἐνδαμίαν ἐποιήσαντο ἀξίως τοῦ ἐξαποσ̣- | |
τείλαντος δάμου καὶ αὐτοσαυτῶν καὶ τᾶς πόλιος τῶν Στρατίων̣, | |
5 | καὶ δεδόσθαι αὐτοῖς ἀρετᾶς ἕνεκε v2 καὶ δικαιοσύνας προξενίαν καὶ |
πολιτείαν καὶ αὐτοῖς καὶ ἐγγόνοις κατὰ τὸν νόμον καὶ γᾶς ἔνκτησιν | |
καὶ οἰκίας καὶ ἀτέλειαν· ὑπάρχειν δὲ καὶ τὰ λοιπὰ τίμια, ὅσα τοῖς λοιποῖς | |
προξένοις καὶ εὐεργέταις τᾶς πόλιος τῶν Στρατίων, ἐχόντοις ἀσφά- | |
λειαν καὶ ἀσυλίαν καὶ αὐτοῖς καὶ χρημάτοις καὶ πολέμου καὶ εἰράν[ας] | |
10 | τὰ ἀπὸ Στρατίων καὶ τῶν ἐν Στρατίωι κατοικεόντων. ὅπως δὲ ἁ π[ρο]- |
[ξ]ενία ἀναγραφῇ καὶ τὸ ψάφισμα ἐν τῶι ἐμφανεῖ, καθ’ ὅν κα τρόπον [φαί]- | |
[ν]ηται ἐπιτάδειον εἶμεν, ἐπιμέλειαν ποιήσασθαι τοὺς ἐνάρχο[υς] | |
ἄρχοντας· δόμεν δὲ τοὺς ἄρχοντας καὶ τοῦ ψαφίσματος τ̣[ού]- | |
του ἀντίγραφον τοῖς δικασταῖς καὶ τὸν δᾶμον τὸν Μιλησίων ἀξ̣[ιωμέ]- | |
15 | νον εἶμεν ἀπὸ τᾶς πόλιος τῶν Στρατίων, ὅπως ἀναγράψῃ α[ὐτὸ ἔν] |
τε τῶι τοῦ Ἀπόλλωνος ἱερῶι καὶ ἐν τῶι τοῦ Ἀπόλλωνος τοῦ [Διδυ]- | |
μέως. vacat |