[ ]
Athena 1908, 249, no. 89
1 | σύνκοιτον ζωᾶς ἐνεθήκατο τῷδ’ ἐνὶ τύμβῳ |
Φῆλιξ̣ Εἰρήνην, ἣν ἐπόθει τὸ πάλαι, | |
ἡλικίῃ θάλλουσαν, ἐν ἤθεσι πᾶσιν ἄμεμπτον, | |
πεσσαρακονταέτη πνεύματος ἐκπταμένου· | |
5 | νῦν δ’ ἐπ<ε>ὶ ἀνθρώπων βαιὸς βίος ἐστὶν ἁπάντων, |
τὸν χρόνιον θνατῶν ξυνὸν ἔτευξε τάφον. | |
vacat |