[ ]
CIG 2237
1 | ἕβδομον εἰς δέκατόν τε βίου λυκάβαντα περῶντα |
Μοῖρά με πρὸς θαλάμους ἅρπασε Φερσεφόνας. | |
λαμπάδα γὰρ ζωᾶς με δραμεῖν μόνον ἤθελε δαῖμων, | |
τὸν δὲ μακρὸν γήρως οὐκέτι θεῖν δόλιχον· | |
5 | ἄρτι δ’ ἐφηβείαις θάλλων Διονύσιος ἀκμαῖς |
καὶ σελίσιν Μουσῶν ἤλυθον εἰς Ἀΐδαν. | |
ἀλλὰ πάτερ μᾶτέρ τε προλείπετε πικρὸν ὀδυρμόν· | |
τέρμα γὰρ εἴς με βίου Μοῖρ’ ἐπέκρανε τόδε. |