[ ] Peek, ZPE 23, 1976, 87-90
a.1 ․․Ε? οἱ πρεσβύτεροι vacat
Μεγακλέα Θεογείτονος,
γονῆι δὲ Δαμονίκου,
ἄρξαντα τοῦ πρεσβυτικοῦ
5 εὐσεβείας ἕνεκεν τῆς εἰς τοὺς θεούς
καὶ ἀρετῆς καὶ φιλοτιμίας τῆς εἰς ἑαυτούς.
b.1 σοὶ λάμπει μὲν δόξα, καλοῖς δ’ ἐσθλὰν̣ χάριν ἔργο<ις>
ὤπασεν ἁ κλεινὰ πρεσβυτέρων σύνοδος,
εἰκόν’ ἀναστήσασα σέθεν, μορφᾶς τύπον ἔμπνουν,
καὶ σ’ ἐν Ὁμηρείωι γυμνασίωι θεμένα
5 [Χί]ου σ’ [ὕ]ψωσεν, Θεογείτονος υἱέ, Μεγακλέα,
[σᾶς,] Ν̣ηῖτα, καλὸν δεῖγμ’ ἀρετᾶς θέμενος.
Search Help
Contact Us