[ ]
RPh 1949, 9-13, no. 2
A.1 | ἔδοξεν τῶι δήμωι· |
ἐ̣πειδὴ οἱ δικασταὶ οἵ τε Νάξιοι κα̣[ὶ οἱ] | |
Ἄνδριοι ἐπελθόντες ἐπὶ τὸν δῆμ[ον] | |
ἠ̣ξίουν ἀποστέλλεσθα̣ι̣ διὰ τὸ χρόν[ον] | |
5 | πολὺν αὀτοῖς εἶναι τῆς ἀπ̣ο̣δημίας, δεδ[ό]- |
χθαι τῶι δήμωι· ἐπαινέσαι μὲν τὰς π[ό]- | |
λ̣εις ἀμφοτέρας ὅτι φιλοτίμως καὶ οἰ- | |
[κ]είως ἀπέστειλαν ἡμῖν τὰ δικαστή̣- | |
ρι̣α, ἐπαινέσαι δὲ καὶ τοὺς δικαστάς, ὅτι | |
10 | [κ]αλῶς καὶ δ̣ι̣κ̣αίως ἐδίκαζον τὰς [δίκας] |
[κ]αὶ στεφανῶσαι ἑκάτερον τ[ῶν δικαστη]- | |
[ρ]ίων χ̣ρ̣υ̣σ̣ῶι σ̣τ̣ε̣φ̣ά̣νωι ἀπὸ [δραχμῶν ἑκατὸν] | |
[ἀ]λεξανδρείων· δεδόσθαι δ̣[ὲ προξενίαν] | |
[κα]ὶ αὀτοῖς καὶ ἐγγόνοις κα[ὶ προεδρίαν ἐν τοῖς] | |
15 | [ἀγ]ῶσιν καὶ ε̣ἴ̣σπλουν καὶ ἔκ[πλουν καὶ πολέμου] |
[κ]αὶ εἰρήνης ἀσυλεὶ καὶ ἀσ[πονδεὶ καὶ δίκας] | |
[π]ροδίκους καὶ ἀτέλει[αν, ὧν ἂν εἰσάγωσιν ἢ] | |
ἐξάγωσιν ἐπὶ κτήσε[ι· καὶ αὀτοὺς Χίους] | |
εἶναι ἐ̣ὰ̣μ̣ β̣ο̣ύ̣λ̣ω̣ν̣τ̣[αι· ὅπως δὲ καὶ φανερὸς] | |
20 | ἦ̣ι ὁ δῆμος, ὅτι̣ ἐ̣π̣ί̣[σταται χάριτας ἀποδι]- |
δ̣όναι τοῖς δικαίο̣ι̣ς [τῶν ἀνδρῶν, ἀνει]- | |
πεῖν τ̣ὸ̣γ̣ κ̣ή̣ρ̣υ̣κ̣α̣ Δι̣ο̣ν̣[υσίοις τόδε τὸ κήρυ]- | |
[γ]μα· ὁ δῆμος ὁ Χίων [στεφανοῖ τοὺς δι]- | |
[κ]αστὰς τοὺς ἐγ Νάξ[ου καὶ ἐξ Ἄνδρου δικαι]- | |
25 | οσύνης ἕνεκα τῆς εἰς [ἑαυτὸν χρυσῶι] |
[σ]τε̣φάνωι ἀφ’ ἑκατὸν [δραχμῶν· τιμᾶι δὲ] | |
[πρ]οξενία̣ι̣ κ̣α̣ὶ̣ πο[λιτείαι αὀτοὺς καὶ ἐγ]- | |
γόνους· ἐπιμεληθῆναι δ[ὲ τοῦ κηρύγμα]- | |
τος Μεγα̣ρέα τὸν ἀγωνο[θέτην καὶ τοὺς] | |
30 | π̣ρυτάνεις τοὺς ἐνεστῶτας, [οἳ καὶ ἀναγραψάν]- |
των εἰς τὴν στήλην τὴν προξ[ενικὴν τήν] | |
τε πόλιν ἑκ̣α̣τέρων καὶ τὰ ὀνόμ[ατα πατρό]- | |
[θ]εν· δοῦναι δὲ τοὺς ταμίας ἑκατ̣[έρωι τῶν] | |
[δι]καστηρίων τὸ εἰς τὸν στέφανο[ν ἀργύριον·] | |
35 | [δ]οῦναι δὲ καὶ εἰς κομιδὴν ἑκ[άστωι τῶν] |
[δι]καστῶν δραχμὰς πεντήκον̣[τα τοὺς] | |
ἐξεταστὰς μετὰ τῶν πολεμάρ̣[χων· ἐπι]- | |
[μεληθ]ῆναι δὲ ὅπως ἐπὶ τριήρους κ[ομισθῶ]- | |
[σιν οἱ δικ]ασταί· ὅπως δὲ καὶ ἀείμνη̣[στος ἡ] | |
40 | [τῶν ἀν]δρῶν δικαιότης ἦι καὶ οἱ λ[οιποὶ ὁ]- |
[μοίως π]ράττωσι πρὸς τὸν δῆμον, [τοὺς πρυ]- | |
[τάνει]ς ἀναγράψαντας εἰς στήλ̣[ην λιθί]- | |
[νην τό]δε τὸ ψήφισμα καὶ τὰ ὀνόματα̣ [τῶν δικα]- | |
[στῶν π]ατρόθεν καὶ ἐξ ἧς πόλεως [ἑκάτερον] | |
45 | [τῶν δικ]αστηρίων ἐστίν, στῆσαι εἰς τὸ ἱερ[ὸν ․4․․] |
[․4․․ τὸ δ’] ἀνάλωμα τὸ εἰς τὴν στήλη[ν] | |
[․4․․ δ]οῦναι τοὺς ταμίας. | |
B.1 | ἐγ Νάξου |
Ἐπιγενίδης Ἡγησιμάχου | |
Σωσίλος Ἱππολύτου | |
Ξενόφαντος Ἀρχέλεω | |
5 | Εὀχάρης Εὀστράτου |
Σώπολις Σωσίου | |
ἐξ Ἄνδρου | |
Πυθόδωρος Πυθίππου | |
Μυρτίας Ἰδνάδου | |
10 | Κλεόδωρος Κλεονίκου |
Θ̣εαγένης Ἀρχαγορίδου | |
Θεότιμος Ῥίκωνος |