[ ] RPh 1949, 9-13, no. 2
A.1 ἔδοξεν τῶι δήμωι·
ἐ̣πειδὴ οἱ δικασταὶ οἵ τε Νάξιοι κα̣[ὶ οἱ]
Ἄνδριοι ἐπελθόντες ἐπὶ τὸν δῆμ[ον]
ἠ̣ξίουν ἀποστέλλεσθα̣ι̣ διὰ τὸ χρόν[ον]
5 πολὺν αὀτοῖς εἶναι τῆς ἀπ̣ο̣δημίας, δεδ[ό]-
χθαι τῶι δήμωι· ἐπαινέσαι μὲν τὰς π[ό]-
λ̣εις ἀμφοτέρας ὅτι φιλοτίμως καὶ οἰ-
[κ]είως ἀπέστειλαν ἡμῖν τὰ δικαστή̣-
ρι̣α, ἐπαινέσαι δὲ καὶ τοὺς δικαστάς, ὅτι
10 [κ]αλῶς καὶ δ̣ι̣κ̣αίως ἐδίκαζον τὰς [δίκας]
[κ]αὶ στεφανῶσαι ἑκάτερον τ[ῶν δικαστη]-
[ρ]ίων χ̣ρ̣υ̣σ̣ῶι σ̣τ̣ε̣φ̣ά̣νωι ἀπὸ [δραχμῶν ἑκατὸν]
[ἀ]λεξανδρείων· δεδόσθαι δ̣[ὲ προξενίαν]
[κα]ὶ αὀτοῖς καὶ ἐγγόνοις κα[ὶ προεδρίαν ἐν τοῖς]
15 [ἀγ]ῶσιν καὶ ε̣ἴ̣σπλουν καὶ ἔκ[πλουν καὶ πολέμου]
[κ]αὶ εἰρήνης ἀσυλεὶ καὶ ἀσ[πονδεὶ καὶ δίκας]
[π]ροδίκους καὶ ἀτέλει[αν, ὧν ἂν εἰσάγωσιν ἢ]
ἐξάγωσιν ἐπὶ κτήσε[ι· καὶ αὀτοὺς Χίους]
εἶναι ἐ̣ὰ̣μ̣ β̣ο̣ύ̣λ̣ω̣ν̣τ̣[αι· ὅπως δὲ καὶ φανερὸς]
20 ἦ̣ι ὁ δῆμος, ὅτι̣ ἐ̣π̣ί̣[σταται χάριτας ἀποδι]-
δ̣όναι τοῖς δικαίο̣ι̣ς [τῶν ἀνδρῶν, ἀνει]-
πεῖν τ̣ὸ̣γ̣ κ̣ή̣ρ̣υ̣κ̣α̣ Δι̣ο̣ν̣[υσίοις τόδε τὸ κήρυ]-
[γ]μα· ὁ δῆμος ὁ Χίων [στεφανοῖ τοὺς δι]-
[κ]αστὰς τοὺς ἐγ Νάξ[ου καὶ ἐξ Ἄνδρου δικαι]-
25 οσύνης ἕνεκα τῆς εἰς [ἑαυτὸν χρυσῶι]
[σ]τε̣φάνωι ἀφ’ ἑκατὸν [δραχμῶν· τιμᾶι δὲ]
[πρ]οξενία̣ι̣ κ̣α̣ὶ̣ πο[λιτείαι αὀτοὺς καὶ ἐγ]-
γόνους· ἐπιμεληθῆναι δ[ὲ τοῦ κηρύγμα]-
τος Μεγα̣ρέα τὸν ἀγωνο[θέτην καὶ τοὺς]
30 π̣ρυτάνεις τοὺς ἐνεστῶτας, [οἳ καὶ ἀναγραψάν]-
των εἰς τὴν στήλην τὴν προξ[ενικὴν τήν]
τε πόλιν ἑκ̣α̣τέρων καὶ τὰ ὀνόμ[ατα πατρό]-
[θ]εν· δοῦναι δὲ τοὺς ταμίας ἑκατ̣[έρωι τῶν]
[δι]καστηρίων τὸ εἰς τὸν στέφανο[ν ἀργύριον·]
35 [δ]οῦναι δὲ καὶ εἰς κομιδὴν ἑκ[άστωι τῶν]
[δι]καστῶν δραχμὰς πεντήκον̣[τα τοὺς]
ἐξεταστὰς μετὰ τῶν πολεμάρ̣[χων· ἐπι]-
[μεληθ]ῆναι δὲ ὅπως ἐπὶ τριήρους κ[ομισθῶ]-
[σιν οἱ δικ]ασταί· ὅπως δὲ καὶ ἀείμνη̣[στος ἡ]
40 [τῶν ἀν]δρῶν δικαιότης ἦι καὶ οἱ λ[οιποὶ ὁ]-
[μοίως π]ράττωσι πρὸς τὸν δῆμον, [τοὺς πρυ]-
[τάνει]ς ἀναγράψαντας εἰς στήλ̣[ην λιθί]-
[νην τό]δε τὸ ψήφισμα καὶ τὰ ὀνόματα̣ [τῶν δικα]-
[στῶν π]ατρόθεν καὶ ἐξ ἧς πόλεως [ἑκάτερον]
45 [τῶν δικ]αστηρίων ἐστίν, στῆσαι εἰς τὸ ἱερ[ὸν ․4․․]
[․4․․ τὸ δ’] ἀνάλωμα τὸ εἰς τὴν στήλη[ν]
[․4․․ δ]οῦναι τοὺς ταμίας.
B.1 ἐγ Νάξου
Ἐπιγενίδης Ἡγησιμάχου
Σωσίλος Ἱππολύτου
Ξενόφαντος Ἀρχέλεω
5 Εὀχάρης Εὀστράτου
Σώπολις Σωσίου
ἐξ Ἄνδρου
Πυθόδωρος Πυθίππου
Μυρτίας Ἰδνάδου
10 Κλεόδωρος Κλεονίκου
Θ̣εαγένης Ἀρχαγορίδου
Θεότιμος Ῥίκωνος
Search Help
Contact Us