[ ] Arab., Belqa — Medaba (Madaba) — 607/8 AD
1 ☩ ὁ πάσης ἀνθρωπείνης φύσεως ἐπέκεινα φθορᾶς (καὶ) τὸν ἰσραηλίτην λαὸν χαλιναγωγήσας πρὸς
ἀλήθειαν μίαν̣ [․․․․․․] ζ̣ήλῳ Ἠλίας ὁ προφήτης εὐχῇ συνεργήσας (καὶ) τόνδε τὸν περικαλλῆ
νεὸν {²⁶ναὸν}²⁶ ἐδήματο· ἐ[ν χρ]ό(νοις) Λεοντίου τοῦ πραϋτά(του) ἱερέως, (καὶ) εἰρήνης γνησίου ἐραστοῦ, κόπους τε ἀμει-
[β]ομένου Σεργίου τοῦ θεοφ̣ι̣[λεσ(τάτου) (καὶ)] τ̣οῦ φροντιστοῦ δῶρα προσδεχνυμέ(νου). Μηνᾶ Παμφίλου (καὶ) Θεοδοσίου ἀδελφ(ῶν)
5 Αἰγιάρων βοηθείᾳ γινο[μέ(νων) τ]ούτοις τε (καὶ) τῷ ταπεινῷ ἀστέει τούτῳ. γέγονεν ἐν ἔτει φβʹ ἰνδ(ικτιῶνος) ιαʹ.
Search Help
Contact Us