IGLSyr 7 4028
[ ] Syr.-Phoen. — Baitokaike (Hosn Soleiman) — 259-260 AD — w/ Add. p.116
A.1    Imp(erator) Caesar
   Publius Licin-
   nius Valerianus
   Pius Felix Aug(ustus) et Imp(erator)
5    Caesar Publius Licinius
   Gallienus Pius Fel(ix) Aug(ustus) et Licin-
   nius Cornelius Saloninus
   Valerianus nobilissimus Caesar
   Aurelio Marea et aliis ∶
10 regum antiqua beneficia, consuetu-
dine etiam insecuti tenporis {²⁶temporis}²⁶ adpro-
bata, is qui provinciam regit, remota
violentia partis adversae, incolumia
vobis manere curabit.
B.15            ἐπιστολὴ Ἀντιόχου βασιλέως·
βασιλεὺς Ἀντίοχος Εὐφήμῳ χαίρειν· ἐδόθη ὁ κατακεχωρισ-
μένος ὑπομνηματισμός· γενέσθω οὖν καθότι δεδήλωται περὶ ὧν δεῖ διὰ σοῦ
18a συντελεσθῆναι.
C.18b                προσενεχθέντος μοι περὶ τῆς ἐνεργείας θεοῦ Διὸς Βαιτοκαικης
ἐκρίθη συνχωρηθῆναι αὐτῷ εἰς ἅπαντα τὸν χρόνον, ὅθεν καὶ ἡ δύναμις τοῦ
20 θεοῦ κατάρχεται, κώμην τὴν Βαιτοκαι[κη]νήν, ἥν πρότερον ἔσχεν Δημήτριος
Δημητρίου τοῦ Μνασαίου ἐν Τουργωνα τῆς περὶ Ἀπάμιαν σατραπίας, σὺν τοῖς
συνκύρουσι καὶ καθήκουσι πᾶσι κατὰ τοὺς προϋπάρχοντας περιορισμοὺς
καὶ σὺν τοῖς τοῦ ἐνεστῶτος ἔτους γενήμασιν, ὅπως ἡ ἀπὸ ταύτης πρόσοδος
ἀναλίσκηται εἰς τὰς κατὰ μῆνα συντελουμένας θυσίας καὶ τἄλλα τὰ πρὸς αὔξη-
25 σιν τοῦ ἱεροῦ συντείνοντα ὑπὸ τοῦ καθεσταμένου ὑπὸ τοῦ θεοῦ ἱερέως, ὡς εἴ-
θισται, ἄγωνται δὲ κατὰ μῆνα πανηγύρεις ἀτελεῖς τῇ πεντεκαιδεκάτῃ καὶ
τριακάδι, καὶ εἶναι τὸ μὲν ἱερὸν ἄσυλον, τὴν δὲ κώμην ἀνεπίσ<τα>θμον μηδεμιᾶς
ἀπορρήσεως προσενεχθείσης· τὸν δὲ ἐναντιωθησόμενόν τισι τῶν προγε-
γραμμένων ἔνοχον εἶναι ἀσεβείᾳ ἀναγραφῆναί τε καὶ τὰ ἀντίγραφα ἐν
30 στήλῃ λιθίνῃ καὶ τεθῆναι ἐν τῷ αὐτῷ ἱερῷ. Δεήσει οὖν γραφῆναι οἷς εἴ-
θισται, ἵνα γένηται ἀκολούθως τοῖς δηλουμένοις.
D.32            ψήφισμα τῆς πόλεως πεμ<φ>θὲν θεῷ Αὐγούστῳ
ἐπάνανκες δὲ ἀνέρχεσθαι πάντα τὰ ὤνεια διὰ τῶν ἐνταῦθα καὶ ἐπὶ χώρας
ἀγορητῶν πραθησόμενα καθ’ ἑ[κ]άστην ἱερομηνίαν πρὸς τὸ ἀδιάλε<ι>πτα ὑπάρχιν
35 πᾶσι τοῖς ἀνιοῦσ{ι}ι {²⁶ἀνιοῦσι}²⁶ προσκυνηταῖς, ἐπιμελομένου τοῦ τῆς πόλεως ἀγο-
ρητοῦ μηδὲ ἐπιχειροῦντος ἢ ὀχλοῦντος προφάσει παροχῆς καὶ τέλους
καὶ ἐπηρείας τινὸς ἢ ἀπαιτήσαιως· ἀνδράποδα δὲ καὶ τετράποδα
καὶ λοιπὰ ζῶα ὁμοίως πωλείσθω ἐν τῷ τόπῳ χωρὶς τέλους ἢ ἐπη-
ρείας τινὸς ἢ ἀπαιτήσαιως.
E.40    οἱ κάτοχοι ἁγίου οὐρανίου Διὸς τῆς ὑπὸ τῶν Σε-
βαστῶν εἴς τε τὸν θεὸν εὐσεβείας καὶ τὸν τόπον ἐλευθε-
ρε[ί]ας τὴν θείαν ἀντιγραφὴν ὑπὸ πάντων προσκυνουμένην
                   προέταξαν.
Search Help