[ ] Att. — non-stoich. 30-35 — 346/5
1 θεοί Ἄβδηρος Ἀθηνάα Διοσκουρίδης
                      Διονυσοδώρου
ἐπὶ Ἀρχίου ἄρχοντος ἐπὶ τῆς Ἀκαμαντίδ-
ος ἐνάτης ἧι Κηφισόδωρος Ἀθηνοφάνους
5 Φλυεὺς ἐγραμμάτευεν· τῶν προέδρων ἐπε-
[ψ]ήφιζεν Πρωτίας Ἀχαρνεύς· Εὐβολίδης Ἀν-
[τ]ιφίλ̣ο Ἁλιμούσιος εἶπεν· περὶ ὧν Διοσκο[ρ]-
[ί]δης ὁ Ἀβδηρίτης ἔδοξεν ἔννομα ἱκετεύει-
ν ἐν τῆι βουλῆι, ἐψηφίσθαι τῆι βολῆι τοὺς π-
10 ροέδρους οἳ ἂν λάχωσι προεδρεύειν εἰς τὴν
πρώτην ἐκκλησίαν προσαγαγεῖν αὐτὸν πρὸ-
ς τὸν δῆμον καὶ χρηματίσαι, γνώμην δὲ ξυ-
νβάλλεσθαι τῆς βουλῆς [εἰ]ς [τὸν] δῆμον ὅ[τι]
[δ]οκεῖ τῆι βουλῆι, ἐπε[ιδὴ αἰ]τ̣[οῦ]σι ἄ[ξια τοῦ]
15 [δήμ]ο τοῦ Ἀθηναίων Διο[σκ]ουρίδης καὶ [οἱ ἀ]-
[δελφοὶ αὐ]τοῦ Χαρμῆς καὶ Ἀναξίπολις οἱ Δι[ο]-
[νυσοδ]ώρο το͂ Ἀβδηρίτου ὑεῖς, ἐπιμελεῖσ[θ]-
[αι αὐτῶν τὴν] βουλὴν καὶ τοὺς στρατηγὸς κ-
[αὶ] τοὺ[ς ἄρ]χοντας τοὺς ἐν ταῖς πόλεσι ταῖς
20 [Ἀ]θηναίων ὅπως ἂν μὴ ἀδικῶνται. ἐπαινέ-
σαι δὲ Διοσκουρίδην καὶ καλέσαι ἐπὶ ξένι[α]
εἰς τὸ πρυτανεῖον εἰς [α]ὔριον. vv Διοπείθης
[Δι]οπείθους Σφήττιος εἶπεν· περὶ ὧν ἔδοξ-
εν τῶι δήμωι Διοσκουρίδης ἔννομα ἱκετε-
25 ύειν, ὄπως ἂν ὁ δῆμος ὁ Ἀθηναίων [τ]ιμᾶι τ-
οὺς εὐεργέτας καὶ ἐπιμελῆται τῶν ἀεὶ δε-
ομέ[ν]ων φ̣ίλων τῆς πόλεως, ἐψηφίσθαι τ-
ῶι δή[μω]ι τὰ μὲν ἄλλα καθάπερ τῆι βουλ-
[ῆ]ι, εἶναι δὲ Διοσκουρίδηι καὶ Χαρμῆι καὶ
30 [Ἀ]ναξιπόλιδι τοῖς Διονυσοδώρου τοῦ
[Ἀβ]δηρίτου παισὶν καὶ τοῖς ἐ̣κ̣ τούτων
[οἰκ]εῖν Ἀθήνησιν ἕως ἂν κατέλθωσι-
[ν εἰς τ]ὴν αὐτῶν· εἰ[σφ]έρειν δὲ αὐτοὺς
[τὰς εἰσφορὰς καὶ στρατεύεσθαι] μ̣ε̣τὰ
35 [Ἀθηναίων — — — — — — — — — — — — —]
Search Help
Contact Us