IGLSyr 3,2 1183
[ ] Syr., Antioch. — Seleucia Pieria & Area of — 186 BC
A.1 Θεοφίλου ἐπιστάτου καὶ ἀρχόντων γνώμη·
ἐπεὶ παρὰ τοῦ βασιλέως ἀπεδόθη πρόσ-
ταγμα περὶ Ἀριστολόχου τῶν τιμωμένων
φίλων παρ’ αὐτῶι, οὗ τὸ ἀντίγραφον ὑποτέ-
5 τακται, καλῶς δ’ ἔχει, τοῦ ἀνθρώπου αἱρετι-
κῶς ἔχοντος πρὸς τὴν πόλιν, καὶ προτεθει-
μένου κατοικήσειν ἐνταῦθα ἔν τε πλεί-
οσιν τῶν τῆι πόλει συμφερόντων καὶ κοινῆι
τοῖς πολίταις καὶ ἰδίαι ἑκάστωι συνεμβαίνον-
10 τος ἀπαρακλητῶς, ὡς καὶ οἱ πεμφθέντες πρεσ-
βευταὶ πρὸς τὸν βασιλέα Κόνων, Ζῆθος, Ἀνδροκλῆς,
Ἀρτεμίδωρος ἐπαναγαγόντες ἀπήγγειλαν
ἣν [προ]σηνέγκατο σπουδὴν ἐπὶ τοῦ βασιλέως
περὶ ὧν ἐτύγχανον ἀπεσταλμένοι, φαίνεσθαι
15 καὶ τὴν πόλιν ἀποδεχομένην φιλοφρόνως τὴν τῶν
τοιούτων ἀνδρῶν προθυμίαν καὶ εὐεργεσίαν, ὅπως
καὶ οἱ ἄλλοι ἐπιγινώσκοντες τὰ παρὰ τῆς πόλε-
ως ἀπαντώμενα τοῖς φιλαγα{γα}θεῖν {²⁶φιλαγαθεῖν}²⁶ πειρωμένοις, συν-
σωίζειν τοὺς πολίτας ζηλωταὶ γινόμενοι, ἀντέχων-
20 ται τῆς παρ’ ἡμῖν πολιτείας δεδόχθαι τῶι δήμωι ἐπαι-
νέσαι τε Ἀριστόλοχον ἐπὶ τῆι τοιαύτηι προαιρέσει καὶ ὑπάρ-
χειν αὐτῶι παρ’ ἡμῖν πολιτείαν, τὸν δὲ εἰς τὴν διὰ τοῦ
προστάγματος δ[ιδ]ομένην εἰκόνα τόπον ἀποδεῖξαι
τὸν ἐπιστάτην καὶ τοὺς ἄρχοντας ἐν τῶι
25 ἀρχείωι, ἀναγραφῆναι δὲ αὐτὸν ὑπὸ τοῦ γραμματέως,
πατρὸς Ἀριστολόχου εἰς μὲν δῆμον, Ὀλυμπιέα, φυλὴν
δὲ Λαοδικίδα.
         ἔτους ϛκρʹ, μηνὸς Δαισίου λʹ.
B.29 βασιλεὺς Σέλευκος Θεοφίλωι καὶ Σελευκέων
30 τῶν ἐμ Πιερίαι τοῖς ἄρχουσι καὶ τῆι πόλει χαίρειν·
Ἀριστόλοχον τῶν τιμωμένων φίλων παρεισχημέ-
νον τὰς χρείας μετὰ πάσης εὐνοίας τῶι τε πατρὶ
ἡμῶν καὶ τῶι ἀδελφῶι καὶ ἡμῖν, καὶ ἐν τοῖς ἀναγκαι-
οτάτοις καίροις πεποιημένον ἀποδείξεις ἐκτε-
35 νεῖς τῆς πρὸς τὰ πράγματα αἱρέσεως, καὶ κατὰ τὰ
λοιπὰ μὲν προμηθούμεθα ἀξίως ἧς προσφέρεται
[εὐνοί]ας καὶ εἰκόνι δὲ χαλκῇ ἐστεφανώσαμεν
[— — — — — — — —] ἣν βουλόμεθα σταθῆναι παρ’ ὑ-
[— — — — — — — ἀναγράψα]ντες(?) εἰς αὐτήν.
Search Help
Contact Us