[ ] Syr., Antioch. — Antiochia & Area of — SEG 7.69
1 τὸ σᾶμα Δαμόνεικος, ὠ ’πολλώνιε, {²⁶Ἀπολλώνιε}²⁶,
ξυνευνέτας τοι τοῦτο τᾶς τεᾶς κόρας
ἔστασ’ ἑκυρεῖ, κἠπιτυμβίοις {²⁶ἐπιτυμβίοις}²⁶ χοαῖς
καὶ στεμμάτεσσιν ἀνθέων ἐτησίων
5 μειλίσσετ’ οὐκ ἄδακρυς· ἦ ῥα πολλάκις
γαμβροὶ τὰ παίδων ἐκτελεῦσι θέσμια.
Search Help
Contact Us