[ ] Att. — stoich. 28 — 349/8
See also:
1 ἐπὶ τῆς Πανδιονίδος ἐνάτης π[ρυτα]-
νείας ἧι Διεύχης Δημάρχου Φρε[άρρ]-
ιος ἐγραμμάτευεν. Σωκέρδης Ἁλαε]-
ὺς ἐπεστάτει· Καλλίμαχος ἦρχεν· [ἔδ]-
5 οξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἱε[ρο]-
κλείδης Τιμοστράτου Ἀλωπεκῆθε[ν]
εἶπεν· ἐπειδὴ Θεογένης ὁ Ναυκρατί-
της ἀνὴρ ἀγαθός ἐστιν περὶ τὸν δῆμ-
ον τὸν Ἀθηναίων καὶ ποεῖ ὅτι δύνατ-
10 αι ἀγαθὸν καὶ ἰδίαι τοὺς ἀφικνουμ-
ένους καὶ δημοσίαι καὶ νῦν καὶ ἐν τ-
ῶι πρόσθεν χρόνωι καὶ αὐτὸς καὶ οἱ
πρόγονοι αὐτοῦ, δεδόχθαι τῆι βουλ-
ῆι, τοὺς προέδρους οἳ ἂν λάχωσιν πρ-
15 οεδρεύειν εἰς τὴν πρώτην ἐκκλησί-
αν προσαγαγεῖν Θεογένην καὶ χρημ-
[ατίσ]αι αὐτῶι, γνώμην δὲ ξυμβάλλεσ-
θαι τῆς [β]ουλῆς εἰς τὸν δῆμον ὅτ[ι] δο-
κεῖ τῆι βου[λῆι] εἶναι Θεογένην Ξε[ν]-
20 οκλ̣έ̣ο̣υς Ναυκ[ρατίτη]ν πρόξενον [κα]-
ὶ εὐ[ερ]γέτην [τ]ο[ῦ δήμου τοῦ Ἀθηναίω]-
ν καὶ αὐτὸν καὶ [ἐκγόνους καὶ εἶναι]
αὐτῶι οἰκίας ἔ[γκτησιν· ἐπιμελεῖσ]-
θαι δὲ αὐτοῦ το[ὺς στρατηγοὺς καὶ τ]-
25 ὴν βουλὴν τὴν ἀ[εὶ βουλεύουσαν]
Ἱεροκλείδης Τ[ιμοστράτου Ἀλωπεκ]-
[ῆ]θεν εἶπεν· τὰ μ[ὲν ἄλλα καθάπερ τῆι]
βουλῆι, ἀναγράψ[αι δὲ τόδε τὸ ψήφισ]-
μα τὸν γραμματ[έα τῆς βουλῆς ἐν ἀκρ]-
30 οπόλει κα̣ὶ̣ στῆσ[αι δέκα ἡμερῶν, εἰς]
δὲ τὴν ἀναγραφὴ[ν τῆς στήλης δοῦνα]-
ι τὸν [τ]αμίαν τοῦ [δήμου ΔΔ δραχμὰς ἐ]-
κ τῶν κατὰ ψηφίσ[ματα ἀναλισκομέν]-
ων τῶι δήμωι. ἐπα[ινέσαι δὲ Θεογένη]-
35 [ν κ]αὶ [κα]λέ[σ]α[ι][πὶ ξένια εἰς τὸ πρυτ]-
[ανεῖον εἰς αὔριον].
Search Help