Syll.³ 821E
[ ] Phokis — Delphi — 90 AD
1 [— — ἀνθύπατος Ἀχαιΐας — — τῷ συνεδρίῳ τῶν] Ἀμφικτυόνων ∙ χαίρειν ∙ v γράψαντ̣[ος ἐμοὶ τοῦ] κυρίου ἡμῶν κ[αὶ ἐπι]φ̣ανεστάτου Αὐ[τοκρ]άτορος 〚Δομετιανοῦ〛 Καίσαρος Σεβαστοῦ, Γερμανικοῦ, ἵνα
[φυλάσσησθε τοὺς περὶ τοῦ Πυθικοῦ ἀγῶνος ἀπὸ τοῦ παντὸς αἰῶνος μέχρι] τοῦ δεῦρο γεγενημένους Ἀμφικτυονικοὺ̣[ς νόμους, καὶ? ταῦτα] ἀνανκαῖον ἦ̣[ν γρά]ψ̣αι ὑμεῖν, ἵνα κατὰ τοὺ[ς αὐτ]οὺς νόμους, καθὼς ὁ αὐτοκράτωρ διατέτακται, ὁ ἀγὼν ἄγηται. ὑπέταξα δὲ
[— — ὑμεῖν τὸ ἀντίγραφον τῆς ἐπιστολῆς, ἣν] ὁ̣ κύριός μοι ἔπεμψεν, ἵνα εἰδῆτε καὶ ἐξ αὐτοῦ [τὴν ἱερωτάτην ἐπιταγήν, καὶ ὁ ἀγὼν ἐφε]ξ̣ῆς̣(?) κατὰ τοὺς ἀπὸ [τοῦ παν]τὸς αἰῶνος μέχρι τοῦ δεῦρο καὶ τετηρημένους καὶ ὑπό σου κεκυρωμέ-
[νους Ἀμφικτυονικοὺς νόμους ἄγηται — —] φυλασσομένου τοῦ διωρισμένου ἐν [— —. ἔρρωσθε].
Search Help
Contact Us