[ ] Phokis — Delphi — 160/59 BC — SGDI 2642
1 [ἔδο]ξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐν-
νόμοις· ἐπειδὴ βασιλεὺς Ἄτταλος βασιλέως Ἀττάλου, ἀποστειλάντων
ἁμῶν πρέσβεις ποτ’ αὐτὸν πρότερόν τε Πραξίαν Εὐδόκου, Καλλίαν Ἐμμε-
νίδα ὑπὲρ τᾶς τῶν παίδων διδασκαλίας, καὶ πάλιν Πραξίαν Εὐδόκου,
5 Βάκχιον Ἄγρωνος, φίλος ὑπάρχων διὰ προγόνων καὶ εὔνους τᾶι πόλει
τά τε ποτὶ τοὺς θεοὺς εὐσεβῶς καὶ ὁσίως διακείμενος, ἐπακούσας προθ[ύ]-
μως τὰ ἀξιούμενα ἀπέστειλε τᾶι πόλει εἰς μὲν τὰν τῶν παίδων διδασκ[α]-
λίαν ἀργυρίου δραχμάς, Ἀλεξανδρείους, μυρίας καὶ ὀκτακισχιλίας,
εἰς δὲ τὰς τιμὰς καὶ θυσίας δραχμὰς τρισχιλίας, ὅπως ὑπάρχῃ ἁ δω-
10 ρεὰ εἰς πάντα τὸν χρόνον ἀΐδιος καὶ οἱ̣ μισθοὶ τοῖς παιδευταῖς εὐτα̣-
κτέωνται καὶ τὸ ἀνάλωμα εἰς τὰς τιμὰς καὶ θυσίας γίνηται ἐγδα-
νεισθέντος τοῦ ἀργυρίου ἀπὸ τῶν τόκων· ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι
πόλει, εἶμεν τὸ ἀργύριον ποθίερον τοῦ θεοῦ, καὶ μὴ ἐξεῖμεν μήτε ἄρχοντι
μήτε ἰδιώται μηθενὶ εἰς ἄλλο καταχρήσασθαι μηθὲν μηδὲ καθ’ ὁποῖον
15 τρόπον, μήτε κατὰ ψάφισμα μήτε κατ’ αἶνον· εἰ δέ τις τούτων τι ποιή-
σαι ἢ ἄρχων ἢ ἰδιώτας, κατάμαστρος ἔστω ἱερῶν χρημάτων φω-
ρᾶς, καὶ οἱ μαστροὶ καταγραφόντω κατ’ αὐτοῦ κατὰ τὸ ψαφισθὲν ἢ ἄλ-
λως μετενεγχθὲν ἀργύριον ὀκταπλοῦν καὶ τὸ ψαφισθὲν ἢ διαινε-
θὲν ἄκυρον καὶ ἀτελὲς ἔστω. εἰ δέ τι περισσεύοι ἀπὸ τῶν τόκων διδομέ-
20 νων τῶμ μισθῶν τοῖς παιδευταῖς καθὼς διατέτακται, ἀνενεγκεῖν ἐν
τοὺς προβούλους καὶ τοὺς πολλούς, καὶ τὸ δοχθὲν κύριον ἔστω. ἐγδανει-
σάντω δὲ τὸ ἀργύριον οἱ αἱρεθέντες ἐπιμεληταὶ ἄνδρες τρεῖς, οὕς κα οἱ πολλοὶ ἕλωντ[αι],
τόκου πεντεκαιδεκάτου ἐν τῶι μηνὶ τῶι Ἀμαλίωι ἐπὶ τᾶς Ἀμφιστράτου ἀρχᾶς. οἱ δὲ θέ̣-
λοντες δανείσασθαι ποτιγ[ρ]αφέσθωσαν ποτὶ τοὺς κατεσταμένους ἐπιμελητὰς
25 ἐπὶ ὑποθέματι ἀγρῶι. ἔστω δὲ ὁ ἀγρὸς ἄξιος τοῦ διδομένου ἀργυρίου διπλασίου· δανειζόν-
τω δὲ μὴ ἔλασσον μνᾶν πέντε, καθιστάντων δὲ καὶ ἐγγύους οἱ δανειζόμενοι οὕς κα οἱ ἐπι-
μεληταὶ εὐδοκέωντι· οἱ δὲ αὐτοὶ [ἔγ]γυοι καὶ βεβαιωτῆρες ἔστωσαν τῶν ἐνεχύρων.
ἐπεὶ δέ κα ἐγδανείσωντι, ἀ[να]γράψαντες τοὺς δεδανεισμένους καὶ τὰ ἐνέχυρα
αὐτῶν ἐμ πίνακας λελευκωμένους δύο ἀναγνόντω ἐν τᾶι ἐκκλησίαι. ἔστω-
30 σαν δὲ τὰ ἐνέχυρα ἀξιοχρ[ε]ίονα καὶ ἀνέφαπτα. καταθέντω δὲ τὸμ μὲν ἕνα πίνακα
ἐν τὸν ναόν, τὸν δὲ ἕνα π[ί]νακα ἐν τὸ δαμόσιον γραμματεῖον· τὰ δὲ ἀναλώμα-
τα καὶ ἐφόδια ἐξέστω [κα]ταχρεῖσθαι ἐκ τοῦ κολλύβου, καὶ οἱ χειρίξαντες λό-
γον ἀποδόντω τᾶι πόλει. εἰς δὲ τὸν ὕστερον χρόνον ἁ κατάστασις τῶν ἐπιμελητᾶν καὶ ἁ οἰ-
κονομία ἅδε ἔστω· ἀπὸ μὲν τᾶν μυριᾶν καὶ ὀκτακισχιλιᾶν καταναλισκέσθω ὁ τόκος εἰς [τοὺς]
35 παιδευτάς, ἀπὸ δὲ τᾶν τρισχιλιᾶν αἱ τιμαὶ καὶ αἱ θυσίαι ὑπὸ τῶν ἐπιμελητᾶν τ[ῶν]
Ἀτταλείων γινέσθω κατὰ τάδε· καταγραψάντω οἱ ἄρχοντες ἀεὶ οἱ ἔναρχο[ι]
ἐν τῶι μηνὶ τῶι Ποιτροπίωι ἐν τᾶι ἐννόμωι ἐκκλησίαι κατ’ ἐνιαυτὸν ἐπιμελη[τὰς]
τρεῖς ἐκ τῶν προβληθέντων, οὕς κα οἱ πολλοὶ ἕλωνται διὰ τᾶς ψάφου. οἱ δὲ κα[τα]-
σταθέντες ἐπιμεληταὶ ὀμνυόντω καθὼς καὶ τὰ λοιπὰ ἀρχεῖα, καὶ ἐκπράξαντες
40 τοῦ ἀργυρίου τοὺς τόκους ἐμ μηνὶ Ἐνδυσποιτροπίωι πρὸ τᾶς πεντεκαιδεκάτας
τὸ μὲν εἰς τοὺς παιδευτὰς γινόμενον ἀργύριον καταθέντω ἐν τὸν ναὸν ἐν τῶι
Ἡρακλείωι μηνί, καὶ ἐν τὸν ἐπεχεῖ ἐνιαυτὸν μισθοδοτεόντω τοὺς παιδευτὰς κατὰ
{κατὰ} μῆνα, καὶ λόγον ἀποδιδόντω τᾶι πόλει. εἰ δὲ μὴ ποιήσοντι καθὼς γέγρα̣[πται, — — — — — — — — —] τὰν — — — — — — — — — — —
45 — — — — — — — — — — — — — τῶι Ἡρα[κλείωι μηνὶ — —]
[— — — — — — — — — λῴγον ἀποδόντω [τᾶι πόλει ἐν τῶι]-
[— — — — — — — — —] μηνί· εἰ δὲ μή, οἱ μαστροὶ — — —
[— — — — —]υόντω κατ’ αὐτῶν κλοπᾶς κατὰ τὸμ μ[αστρικὸν]
[νόμ]ον· θυόντων δὲ οἱ ἐπιμεληταὶ βοῦς τελεί-
50 [ους τρ]εῖς, οὕς κα οἱ πολῖται δῶντι, τῶι Ἀπόλλωνι καὶ τᾶι Λ[α]-
ο]ῖ καὶ τᾶι Ἀρτέμιτι, καὶ τὰ ἄλλα ἱερεῖα [καθ]ὼς διατέτακ[ται]
[ὑπ]ὲρ τὸν βασιλέα Ἄτταλον, ποταγ[ορ]εύοντες τὰν θυσ[ί]-
αν Ἀττάλεια. καταχρείσθωσαν δὲ τὰ τέλεα <ἐν> τὰν δαμοθ[οι]-
νίαν καὶ οἴνου μετρητὰς τετταράκοντα· τᾶι δὲ δωδεκάτ[αι]
55 τοῦ Ἡρακλείου μηνὸς ἐχέτωσαν τὰ ἱερεῖα ἕτοιμα, τᾶι δὲ
τρεισκαιδεκάται πομπευόντω οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνο[ς]
καὶ τῶν ἄλλων θεῶν καὶ πρυτάνεις καὶ ἄρχοντες καὶ οἱ
παῖδες ἐστεφανωμένοι· πομπευόντω δὲ ἐκ τᾶς ἅλωος
ἐν τὸν ναόν· ἐπεὶ δέ κα πομπεύσωντι οἱ ἱερεῖς τοῦ Ἀπόλλω-
60 νος, κατευχέστων ποταγορεύοντες τὰν θυσίαν Ἀττά-
λεια καθὼς εἴθισται· ὅπως δὲ καὶ ἐμφανῆ ᾖ τὰ ἐψηφισμ[έ]-
να, ἀναγράψαι τὸ ψάφισμα ἐπὶ τὰν εἰκόνα τοῦ βασιλέως Ἀττά-
λου. ἀποδιδόντω δὲ οἱ δανεισάμενοι τὸ ἀργύριον πᾶν
τᾶι πόλει ἐν τῶι πέμπτωι ἐνιαυτῶι. εἰ δέ κα μὴ ἀποδι-
65 δῶντι καθὼς γέγραπται, τὰ ἐνέχυρα αὐτῶν τᾶς πό-
λιος ἔστω, καὶ οἱ ἐπιμεληταὶ ἀεὶ οἱ ἐγδανείζοντες κύρ[ι]-
οι ἔστωσαν πωλέοντες· εἰ δὲ πωλείμενα τὰ ἐνέ-
χυρα μὴ εὑρίσκοι τὸ ἀργύριον ποθ’ ὃ ὑπέκειτο τᾶι πόλει, πρά-
κτιμοι ἔστωσαν τοῖς ἐπιμεληταῖς ἀεὶ τοῖς ἐνάρχοις τοῦ
70 ἐλλείποντος ἀργυρίου αὐτός τε ὁ δανεισάμενος καὶ
οἱ γενόμενοι ἔγγυοι, τρόπωι ὧι θέλοιεν πράσσειν, καθὼς
καὶ τἆλ[λ]α δαμόσια καὶ ποθίερα πράσσονται. εἰ δὲ τοὺς
τόκους μὴ διοικέοισαν οἱ δανεισάμενοι τοῖς ἐπιμελη-
ταῖς πρὸ τᾶς πεντεκαιδεκάτας ἐν τῶι Ἐνδυσποιτρο-
75 πίωι μηνί, πράκτιμοι ἔστωσαν τοῖς ἐπιμεληταῖς οὗ
〚ἕκα〛 ἕκαστος φέρει τόκου τῶν δεδανεισμένων, αὐτοῦ
καὶ τοῦ ἡμιολίου. οἱ δὲ ἐπιμεληταὶ ἀποδιδόντω τὸ ἀρ-
γύριον τὸ πραχθὲν τᾶι πόλει ἐν τῶι Βοαθόωι μηνί,
κα[θ]ὼς καὶ τὰ λοιπὰ περισσὰ ὁ νόμος κελεύει, καὶ οἱ
80 ἐπικατασταθέντες ἐπιμεληταὶ πάλιν ἐγδανει-
σάντω τόκων πεντεκαιδεκάτων. εἰ δὲ μὴ ἀποδιδοί-
ησαν οἱ ἐπιμεληταὶ ἐν τῶι γεγραμμένωι χρόνωι
τὸ ἀργύριον, ἄτιμοι ἀπογραφέντω {ἀ} <ὑ>πὸ τῶν ἐπικα-
τασταθέντων ἐπιμελητᾶν ποτ’ αὐτὸ καὶ τὸ ἡμι-
85 όλιον. ἄρχει τοῦ χρόνου τῶν δανείων ὁ μὴν ὁ Ἀμάλιος
ὁ ἐπ’ Ἀνφιστράτου. κατεστάθεν ἐπιμεληταὶ ἐν̣ ἔτη
πέντε Πραξίας Εὐδόκου, Βάκχιος Ἄγρωνος, Ξένων
Βούλωνος.
Search Help
Contact Us