[ ]
Phokis — Delphi — 160/59 BC — SGDI 2642
| 1 | [ἔδο]ξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐν- |
| νόμοις· ἐπειδὴ βασιλεὺς Ἄτταλος βασιλέως Ἀττάλου, ἀποστειλάντων | |
| ἁμῶν πρέσβεις ποτ’ αὐτὸν πρότερόν τε Πραξίαν Εὐδόκου, Καλλίαν Ἐμμε- | |
| νίδα ὑπὲρ τᾶς τῶν παίδων διδασκαλίας, καὶ πάλιν Πραξίαν Εὐδόκου, | |
| 5 | Βάκχιον Ἄγρωνος, φίλος ὑπάρχων διὰ προγόνων καὶ εὔνους τᾶι πόλει |
| τά τε ποτὶ τοὺς θεοὺς εὐσεβῶς καὶ ὁσίως διακείμενος, ἐπακούσας προθ[ύ]- | |
| μως τὰ ἀξιούμενα ἀπέστειλε τᾶι πόλει εἰς μὲν τὰν τῶν παίδων διδασκ[α]- | |
| λίαν ἀργυρίου δραχμάς, Ἀλεξανδρείους, μυρίας καὶ ὀκτακισχιλίας, | |
| εἰς δὲ τὰς τιμὰς καὶ θυσίας δραχμὰς τρισχιλίας, ὅπως ὑπάρχῃ ἁ δω- | |
| 10 | ρεὰ εἰς πάντα τὸν χρόνον ἀΐδιος καὶ οἱ̣ μισθοὶ τοῖς παιδευταῖς εὐτα̣- |
| κτέωνται καὶ τὸ ἀνάλωμα εἰς τὰς τιμὰς καὶ θυσίας γίνηται ἐγδα- | |
| νεισθέντος τοῦ ἀργυρίου ἀπὸ τῶν τόκων· ἀγαθᾶι τύχαι, δεδόχθαι τᾶι | |
| πόλει, εἶμεν τὸ ἀργύριον ποθίερον τοῦ θεοῦ, καὶ μὴ ἐξεῖμεν μήτε ἄρχοντι | |
| μήτε ἰδιώται μηθενὶ εἰς ἄλλο καταχρήσασθαι μηθὲν μηδὲ καθ’ ὁποῖον | |
| 15 | τρόπον, μήτε κατὰ ψάφισμα μήτε κατ’ αἶνον· εἰ δέ τις τούτων τι ποιή- |
| σαι ἢ ἄρχων ἢ ἰδιώτας, κατάμαστρος ἔστω ἱερῶν χρημάτων φω- | |
| ρᾶς, καὶ οἱ μαστροὶ καταγραφόντω κατ’ αὐτοῦ κατὰ τὸ ψαφισθὲν ἢ ἄλ- | |
| λως μετενεγχθὲν ἀργύριον ὀκταπλοῦν καὶ τὸ ψαφισθὲν ἢ διαινε- | |
| θὲν ἄκυρον καὶ ἀτελὲς ἔστω. εἰ δέ τι περισσεύοι ἀπὸ τῶν τόκων διδομέ- | |
| 20 | νων τῶμ μισθῶν τοῖς παιδευταῖς καθὼς διατέτακται, ἀνενεγκεῖν ἐν |
| τοὺς προβούλους καὶ τοὺς πολλούς, καὶ τὸ δοχθὲν κύριον ἔστω. ἐγδανει- | |
| σάντω δὲ τὸ ἀργύριον οἱ αἱρεθέντες ἐπιμεληταὶ ἄνδρες τρεῖς, οὕς κα οἱ πολλοὶ ἕλωντ[αι], | |
| τόκου πεντεκαιδεκάτου ἐν τῶι μηνὶ τῶι Ἀμαλίωι ἐπὶ τᾶς Ἀμφιστράτου ἀρχᾶς. οἱ δὲ θέ̣- | |
| λοντες δανείσασθαι ποτιγ[ρ]αφέσθωσαν ποτὶ τοὺς κατεσταμένους ἐπιμελητὰς | |
| 25 | ἐπὶ ὑποθέματι ἀγρῶι. ἔστω δὲ ὁ ἀγρὸς ἄξιος τοῦ διδομένου ἀργυρίου διπλασίου· δανειζόν- |
| τω δὲ μὴ ἔλασσον μνᾶν πέντε, καθιστάντων δὲ καὶ ἐγγύους οἱ δανειζόμενοι οὕς κα οἱ ἐπι- | |
| μεληταὶ εὐδοκέωντι· οἱ δὲ αὐτοὶ [ἔγ]γυοι καὶ βεβαιωτῆρες ἔστωσαν τῶν ἐνεχύρων. | |
| ἐπεὶ δέ κα ἐγδανείσωντι, ἀ[να]γράψαντες τοὺς δεδανεισμένους καὶ τὰ ἐνέχυρα | |
| αὐτῶν ἐμ πίνακας λελευκωμένους δύο ἀναγνόντω ἐν τᾶι ἐκκλησίαι. ἔστω- | |
| 30 | σαν δὲ τὰ ἐνέχυρα ἀξιοχρ[ε]ίονα καὶ ἀνέφαπτα. καταθέντω δὲ τὸμ μὲν ἕνα πίνακα |
| ἐν τὸν ναόν, τὸν δὲ ἕνα π[ί]νακα ἐν τὸ δαμόσιον γραμματεῖον· τὰ δὲ ἀναλώμα- | |
| τα καὶ ἐφόδια ἐξέστω [κα]ταχρεῖσθαι ἐκ τοῦ κολλύβου, καὶ οἱ χειρίξαντες λό- | |
| γον ἀποδόντω τᾶι πόλει. εἰς δὲ τὸν ὕστερον χρόνον ἁ κατάστασις τῶν ἐπιμελητᾶν καὶ ἁ οἰ- | |
| κονομία ἅδε ἔστω· ἀπὸ μὲν τᾶν μυριᾶν καὶ ὀκτακισχιλιᾶν καταναλισκέσθω ὁ τόκος εἰς [τοὺς] | |
| 35 | παιδευτάς, ἀπὸ δὲ τᾶν τρισχιλιᾶν αἱ τιμαὶ καὶ αἱ θυσίαι ὑπὸ τῶν ἐπιμελητᾶν τ[ῶν] |
| Ἀτταλείων γινέσθω κατὰ τάδε· καταγραψάντω οἱ ἄρχοντες ἀεὶ οἱ ἔναρχο[ι] | |
| ἐν τῶι μηνὶ τῶι Ποιτροπίωι ἐν τᾶι ἐννόμωι ἐκκλησίαι κατ’ ἐνιαυτὸν ἐπιμελη[τὰς] | |
| τρεῖς ἐκ τῶν προβληθέντων, οὕς κα οἱ πολλοὶ ἕλωνται διὰ τᾶς ψάφου. οἱ δὲ κα[τα]- | |
| σταθέντες ἐπιμεληταὶ ὀμνυόντω καθὼς καὶ τὰ λοιπὰ ἀρχεῖα, καὶ ἐκπράξαντες | |
| 40 | τοῦ ἀργυρίου τοὺς τόκους ἐμ μηνὶ Ἐνδυσποιτροπίωι πρὸ τᾶς πεντεκαιδεκάτας |
| τὸ μὲν εἰς τοὺς παιδευτὰς γινόμενον ἀργύριον καταθέντω ἐν τὸν ναὸν ἐν τῶι | |
| Ἡρακλείωι μηνί, καὶ ἐν τὸν ἐπεχεῖ ἐνιαυτὸν μισθοδοτεόντω τοὺς παιδευτὰς κατὰ | |
| {κατὰ} μῆνα, καὶ λόγον ἀποδιδόντω τᾶι πόλει. εἰ δὲ μὴ ποιήσοντι καθὼς γέγρα̣[πται, — — — — — — — — —] τὰν — — — — — — — — — — — | |
| 45 | — — — — — — — — — — — — — τῶι Ἡρα[κλείωι μηνὶ — —] |
| [— — — — — — — — — λῴγον ἀποδόντω [τᾶι πόλει ἐν τῶι]- | |
| [— — — — — — — — —] μηνί· εἰ δὲ μή, οἱ μαστροὶ — — — | |
| [— — — — —]υόντω κατ’ αὐτῶν κλοπᾶς κατὰ τὸμ μ[αστρικὸν] | |
| [νόμ]ον· θυόντων δὲ οἱ ἐπιμεληταὶ βοῦς τελεί- | |
| 50 | [ους τρ]εῖς, οὕς κα οἱ πολῖται δῶντι, τῶι Ἀπόλλωνι καὶ τᾶι Λ[α]- |
| [το]ῖ καὶ τᾶι Ἀρτέμιτι, καὶ τὰ ἄλλα ἱερεῖα [καθ]ὼς διατέτακ[ται] | |
| [ὑπ]ὲρ τὸν βασιλέα Ἄτταλον, ποταγ[ορ]εύοντες τὰν θυσ[ί]- | |
| αν Ἀττάλεια. καταχρείσθωσαν δὲ τὰ τέλεα <ἐν> τὰν δαμοθ[οι]- | |
| νίαν καὶ οἴνου μετρητὰς τετταράκοντα· τᾶι δὲ δωδεκάτ[αι] | |
| 55 | τοῦ Ἡρακλείου μηνὸς ἐχέτωσαν τὰ ἱερεῖα ἕτοιμα, τᾶι δὲ |
| τρεισκαιδεκάται πομπευόντω οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνο[ς] | |
| καὶ τῶν ἄλλων θεῶν καὶ πρυτάνεις καὶ ἄρχοντες καὶ οἱ | |
| παῖδες ἐστεφανωμένοι· πομπευόντω δὲ ἐκ τᾶς ἅλωος | |
| ἐν τὸν ναόν· ἐπεὶ δέ κα πομπεύσωντι οἱ ἱερεῖς τοῦ Ἀπόλλω- | |
| 60 | νος, κατευχέστων ποταγορεύοντες τὰν θυσίαν Ἀττά- |
| λεια καθὼς εἴθισται· ὅπως δὲ καὶ ἐμφανῆ ᾖ τὰ ἐψηφισμ[έ]- | |
| να, ἀναγράψαι τὸ ψάφισμα ἐπὶ τὰν εἰκόνα τοῦ βασιλέως Ἀττά- | |
| λου. ἀποδιδόντω δὲ οἱ δανεισάμενοι τὸ ἀργύριον πᾶν | |
| τᾶι πόλει ἐν τῶι πέμπτωι ἐνιαυτῶι. εἰ δέ κα μὴ ἀποδι- | |
| 65 | δῶντι καθὼς γέγραπται, τὰ ἐνέχυρα αὐτῶν τᾶς πό- |
| λιος ἔστω, καὶ οἱ ἐπιμεληταὶ ἀεὶ οἱ ἐγδανείζοντες κύρ[ι]- | |
| οι ἔστωσαν πωλέοντες· εἰ δὲ πωλείμενα τὰ ἐνέ- | |
| χυρα μὴ εὑρίσκοι τὸ ἀργύριον ποθ’ ὃ ὑπέκειτο τᾶι πόλει, πρά- | |
| κτιμοι ἔστωσαν τοῖς ἐπιμεληταῖς ἀεὶ τοῖς ἐνάρχοις τοῦ | |
| 70 | ἐλλείποντος ἀργυρίου αὐτός τε ὁ δανεισάμενος καὶ |
| οἱ γενόμενοι ἔγγυοι, τρόπωι ὧι θέλοιεν πράσσειν, καθὼς | |
| καὶ τἆλ[λ]α δαμόσια καὶ ποθίερα πράσσονται. εἰ δὲ τοὺς | |
| τόκους μὴ διοικέοισαν οἱ δανεισάμενοι τοῖς ἐπιμελη- | |
| ταῖς πρὸ τᾶς πεντεκαιδεκάτας ἐν τῶι Ἐνδυσποιτρο- | |
| 75 | πίωι μηνί, πράκτιμοι ἔστωσαν τοῖς ἐπιμεληταῖς οὗ |
| 〚ἕκα〛 ἕκαστος φέρει τόκου τῶν δεδανεισμένων, αὐτοῦ | |
| καὶ τοῦ ἡμιολίου. οἱ δὲ ἐπιμεληταὶ ἀποδιδόντω τὸ ἀρ- | |
| γύριον τὸ πραχθὲν τᾶι πόλει ἐν τῶι Βοαθόωι μηνί, | |
| κα[θ]ὼς καὶ τὰ λοιπὰ περισσὰ ὁ νόμος κελεύει, καὶ οἱ | |
| 80 | ἐπικατασταθέντες ἐπιμεληταὶ πάλιν ἐγδανει- |
| σάντω τόκων πεντεκαιδεκάτων. εἰ δὲ μὴ ἀποδιδοί- | |
| ησαν οἱ ἐπιμεληταὶ ἐν τῶι γεγραμμένωι χρόνωι | |
| τὸ ἀργύριον, ἄτιμοι ἀπογραφέντω {ἀ} <ὑ>πὸ τῶν ἐπικα- | |
| τασταθέντων ἐπιμελητᾶν ποτ’ αὐτὸ καὶ τὸ ἡμι- | |
| 85 | όλιον. ἄρχει τοῦ χρόνου τῶν δανείων ὁ μὴν ὁ Ἀμάλιος |
| ὁ ἐπ’ Ἀνφιστράτου. κατεστάθεν ἐπιμεληταὶ ἐν̣ ἔτη | |
| πέντε Πραξίας Εὐδόκου, Βάκχιος Ἄγρωνος, Ξένων | |
| Βούλωνος. |