[ ] Phokis — Delphi — 178 BC — SEG 25.570; SGDI 2536 — Sokolowski — LS 1969.161,79
1 ἄρχοντος ἐν Δελφοῖς Πραξία, Πυθίοις· ἔδοξε
τοῖς ἱερομνημόνοις· Δελφῶν Ξενοκράτει
Πραόχου, Μελισσίωνι Εὐαγγέλου· Θεσσαλῶν Ἱπ-
πολόχωι Ἀλεξίππου, Πολυξένωι Θρασίππου
5 Λαρισαίοις· παρὰ βασιλέως Περσέως Ἁρπάλωι
Πολεμαίου βεροιαίωι, Σιμωνίδῃ Ἀπολλωνίδου
Βεροιαίωι· Βοιωτῶν Ὀφελήμωι Ὀφελήμου Θηβαίου(!),
Ἑρμίᾳ Ζωΐλου Ὠρωπίωι· Ἀχαιῶν Φθιωτῶν Ξε-
νοφάει Ἄγιδος Λαρισαίωι, Κρατησιμάχωι Κλεάνδρου
10 Θηβαίωι· Μαγνήτων Χαρικλεῖ Νίκωνος, Γενθίωι Φρασι-
σθένους Δημητριεῦσιν· Δολόπων Συάγρωι Δατυιάδου·
Αἰνιάνων Λοχάγῳ Ἁγήτα Καλλιπολίτῃ, Νικίαι Ἀλεξάν-
δρου Καλυδωνίωι· Ἡρακλεωτῶν Φαινέαι Νικέα Σωσθενεῖ· Μα-
λιέων Διοδώρωι Κριτοβούλου Λαμιεῖ· Εὐβοέων Ἀπολλοφάνει
15 Διονυσίου Χαλκιδεῖ· Ἀθηναίων Ἑρμαγόραι Λυσιστράτου· Λο-
κρῶν ἑκατέρων Προάνδρωι Προάνδρου Φόλαι, Νικάνδρωι Βίτ-
του Τριχονεῖ· Δωριέων τῶν ἐν μητροπόλει Ἀναξάνδρωι Τε-
λεσάρχου Ἀπειρικῶι· Περραιβῶν Ἀπολλοδώρωι Ἀσκληπιο-
δώρου Φαλανναίωι· vv τᾶς ἱερᾶς χώρας ὑπάρχειν τόπον
20 ταῖς ἱεραῖς βόοις καὶ ἵπποις καταλελειμμένον· ἀπὸ τᾶς ὁ-
δοῦ τᾶς ἐπὶ τὸ Ἄστυρον ἀγούσας, ἇι ἁ ὁδὸς ἄγει ἐπὶ τὸν Παι-
παλίδαν καὶ ἐν τὸ Λακωνικόν· ἀπὸ τοῦ Λακωνικοῦ ἐν σκαι-
ὰν ἐν τὰν νάπαν τὰν ἐν Ἱεραπέτειαν [κατ’ ὀρθόν], ὡ̣ς ἁ ὁδὸς ἄ-
γει ἁ ἐξ ἱπποδρόμου ἁ ξενὶς ἁ ἐπὶ τὸ Λ[ακωνικόν, — — —]κ̣α {²⁷ἁ νο]μ̣α?}²⁷
25 ταῖς ἱεραῖς βόοις καὶ ἵπποις ἔστω ποτ[ὶ νομὰν· μὴ ἐξέστω]
ποτάγειν τὰ ἰδιωτικὰ θρέμματα [ἐνταῦθα μηδὲ ἐν τὰν κράναν]
τὰν ποτὶ τᾶι Κεραμείαι οὖσαν τό [τε φρέαρ τὸ πρὸ τοῦ]
Ἑλλανίκου ἡρώιου· εἰ δέ τις ἐπινέμ̣[ει ἐν τούτωι τῶι]
τόπωι, ἐξουσίαν ε[ἶμεν συλῆν τὰ ἔτελα καὶ]
30 τέλ̣ει̣α [θρέμματα τῶι]
θέλοντι· ἀναγρά-
ψαι δὲ τὸ δόγμα τοὺς
ἄρχοντας τῶν Δελφῶν
ἐν τῶι ἱερῶι.
Search Help