[ ] Phokis — Delphi — ca. 185-175 BC — IG 9,1(2):1.178
A.1 [στραταγέοντος τῶν Αἰτωλῶν τοῦ δεῖνος ethnicum, γραμμα]-
[τεύοντος δ]ὲ βουλᾶς ․α․δ[․c.6․․, τῶν δὲ Αἰτωλῶν γραμ]-
[μ]ατεύοντος Φίλωνος τοῦ Ἀπ̣[—c.7— ethnicum ․․․· ἔδοξε]
[τ]οῖς Αἰτωλοῖς· τ[ὰ]ν ἐ[πισ]τολ[ὰν παρὰ τῶν κόσμων καὶ τᾶς]
5 [π]όλιος τῶν Ὀαξίων ποτὶ τὸ κοινὸν [τῶν Αἰτωλῶν, περὶ Ἐπικλέ]-
ο̣ς̣, ὃς ἔστι μὲν Ὀάξιος, κατ[ο]ικεῖ δὲ [ἐν Ἀμφίσσαι, ἀναθέμεν]
ἔν τε Δελφοῖς καὶ ἐν Θέρμωι τ̣ὸ̣ν̣ [γρ]α[μματέα Φίλωνα, καὶ]
τὰν ἀναγραφὰν δόμεν Ἐπικλεῖ· [τὰν δὲ ἐπιμέλειαν τ]ὰ̣ν
περὶ τᾶς ἀναγραφᾶς ποιήσασθαι ἐν νο[μίμωι ἐκκλησί]α̣ι̣.
B.1 Ϝ̣αξίων οἱ κόσμοι καὶ ἁ πόλις Αἰτωλ[ν συνέδροις] καὶ τῶι στρα-
ταγῶι καὶ τῶι ἱππάρχαι χαίρειν. γινώ[σκε]τε Ἐράτωνα πολί-
ταν ἁμὸν ἰόντα, ἐκπλεύσαντα δὲ ἐπὶ στ[ρ]ατ[ε]ίαν εἰς Κύπρον
καὶ λαβόντα γυναῖκα τεκνοποιήσασθαι υ[ἱ]οὺς δύο, Ἐπικλῆν
5 καὶ Εὐαγόραν. συνέβα δὲ ἀποθανόντος τῶ̣ Ἐράτωνος ἐν τ̣ᾶι
Κύπρωι, αἰχμαλώτως γενέσθαι τὸνς πε[ρ]ὶ τὸν Ἐπικλῆν καὶ
τὰμ ματέρα αὐτῶν καὶ πραθῆμεν τὸν Ἐπικλῆν εἰς Ἄμφισσαν·
καταβαλὼν δὲ τὰ λύτρα ὁ Ἐπικλῆς οἰκε[ῖ π]αρ’ ὑμὲ ἐν Ἀμφίσσαι,
πολίτας ἰὼν ἁμὸς αὐτός τε κα[ὶ τ]ὰ τέκ[να αὐ]τῶ Ἐρασ[ιφῶ]ν [καὶ]
10 Τιμῶναξ καὶ θυγάτηρ Μελίτα. [καλῶς οὖν π]οιη<σ>εῖτε φροντίδ-
δοντες ὅπαι εἴ τίς κα ἀδικῇ α[ὐτώς, κω]λύηται ὑφ’ ὑμίων [καὶ κοι]-
νᾶι καὶ ἰδίαι, ἁ δὲ κοινοπολι[τείας] ἀϊδ̣ία ὑπάρχῃ ἀν[αγραφά].
Search Help
Contact Us