[ ] Phokis — Delphi — 189-188 BC — Roman Doc. Gr. East.38 — Sherk
1 [Γάιος Λίβιος Μαάρκου στ]ρατηγὸς ὕπ[ατ]ος Ῥ[ω]μ[αίων καὶ δή]-
[μ]αρχοι καὶ [ἡ σύγκλ]ητος Δελφῶν τοῖς ἄρ[χο]υσι καὶ τῆι πό[λει χαίρειν]·
οἱ παρ’ ὑμῶν ἀποσταλέντες πρεσβευταὶ Ἧρυς Εὐδώρου, [Δ]αμο[σθέ]-
νης Ἀρχέλα τά τε γράμματα ἀπέδοσαν καὶ αὐτοὶ διελέγησαν ἀκολούθως
5 τοῖς ἐν αὐτοῖς κατακεχωρ[ισ]μένοις μετὰ πάσης σπουδῆς, φιλοτιμίας οὐ-
θὲν ἐλλείποντες, ἐνεφάνιζον δὲ καὶ δ[ι]ότι τόν τε ἀγῶνα τὸγ γυμνικὸν
καὶ τὴν θυσίαν ὑπὲρ ἡμῶν συνετελέσατε· καὶ ἡ σύγκλητος τὴν διάνοιαν
προσέσχεν τε καὶ ἔδοξεν αὐτοῖς ὑπέρ τε τῶμ πρότερον πρεσβευτῶν
Βούλωνος, Θρασυκλέος, Ὀρέστα, τῶμ πρὸς ἡμᾶς μὲν ἀφικομένων, ἐν δὲ
10 τῆι εἰς οἶκον ἀνακομιδῆι διαφωνησάντων, γράψαι πρὸς Μάαρκον Φολούιον
τὸν ἡμέτερον στρατηγόν, ἵνα φροντίσηι ὅπως, ὅταν καθ’ ἡμᾶς γένηται
τὰ κατὰ τὴν Σάμην πράγματα, ἀναζητήσηι τοὺς ἀδικήσαντας καὶ φρον-
τίσηι, ἵνα τύχωσιν τῆς καθηκούσης τιμωρίας, καὶ τὰ τῶν πρεσβευτῶν
ὑπάρχοντα ἀποκατασταθῆι πάντα τοῖς οἰκείοις αὐτῶν· ἔδοξεν δὲ καὶ
15 πρὸς Αἰτωλοὺς γράψαι περὶ τῶν γινομένων παρ’ ὑμῖν ἀδικημάτων, ἵνα
νῦμ μὲν τὰ ἀπηγμένα ἅπαντα ἀναζητήσωσιν καὶ ἀποκαταστήσω-
σιν ὑμῖν, τοῦ δὲ λοιποῦ μηθὲν ἔτι γίνηται· καὶ περὶ τῶν ἐν Δελφοῖς κα-
τοικεόντων ἔχειν ὑμᾶς ἐξουσίαν ἐφῆκεν ἡ σύγκλητος, ἐξοικίζειν
[ο]ὓς ἂμ βούλησθε καὶ ἐᾶν κατοικεῖν παρ’ ὑμᾶς τοὺς εὐαρεστοῦντας τῶι
20 [κ]οινῶι τῶν Δελφῶν· τὰς δὲ δοθείσας ἀποκρίσεις τοῖς ἔμπροσθεν πρὸς
[ἡ]μᾶς ἀφικομένοις παρ’ ὑμῶν πρεσβευταῖς ἀνεδώκαμεν αὐτοῖς καθὼς
[ἠ]ξιοῦν ἡμᾶς, καὶ εἰς τὸ λοιπὸν δὲ πειρασόμεθα ἀεί τινος ἀγαθοῦ
[παρ]αίτιοι τοῖς Δελφοῖς γίνεσθαι διά τε τὸν θεὸν καὶ δι’ ὑμᾶς διὰ τὸ
πάτριον ἡμῖν εἶναι τοὺς θεοὺς σέβεσθαί τε καί τιμᾶν τοὺς ὄντας πάν-
25 των αἰτίους τῶν ἀγαθῶν.
Search Help