[ ]
Phokis — Delphi — 191/0 BC — SEG 2.316; BE 1946-7.119 — Daux — BCH 68-9.1944-5.101,11
1 | ἀγα[θᾶι] τ̣ύχαι. |
ἔδοξε τᾶι πόλει τῶν Δελ[φῶν ἐν ἀγορᾶι] τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις· | |
ἐπειδὴ Διονύσιος Ληγέτ[ου Ἐλεάτας π]αρεπιδαμήσας ἐν τᾶι πόλει τάν τε | |
ἀναστροφὰν ἐποιήσατο [καλῶς καὶ εὐσχ]ημόνως καὶ ἀξίως τᾶς αὑτοῦ πατρί- | |
5 | δος καὶ παραπορευθεὶς π̣[οτὶ τὸν δᾶμον] καὶ ἀξιωθεὶς τὰν θεωροδοκίαν, ἀνε- |
δέξατο τῶν πυθίων καὶ [Σωτηρίων· ἀγαθᾶι τύ]χαι, δεδόχθαι τᾶι πόλει ἐπαινέσαι Διο- | |
νύσιον Ληγέτου Ἐλε[άταν καὶ εἶμεν αὐτὸν κα]ὶ ἐκγόνους πρόξενον καὶ θεωροδό- | |
κον τ̣[ῶ]ν {τῶν} τε Πυθίω[ν καὶ Σωτηρίων, καὶ ὑπάρχ]ειν αὐτοῖς πάντα ὅσα καὶ τοῖς ἄλ- | |
λοις πρ[οξένοις καὶ εὐεργέταις ὑπάρχει τ]ᾶς πόλιος· εἶμεν δὲ αὐτῶι καὶ ἐκγό- | |
10 | [νοις γᾶς καὶ οἰκίας ἔγκτησιν· ἀναγράψαι δὲ αὐτῶι τὰ]ν προξενίαν καὶ θεωροδοκίαν |
[τοὺς ἄρχοντας ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος ὅπου ἂν δ]οκῆι καλῶς ἔχειν. ἄρχον- | |
[τος Πραξία, βουλευόντων Μνάσωνος, Σωτίμου, Ἀμφισ]τ̣ράτου. |