[ ] Phokis — Delphi — 191/0 BC — SEG 2.316; BE 1946-7.119 — Daux — BCH 68-9.1944-5.101,11
1 ἀγα[θᾶι] τ̣ύχαι.
ἔδοξε τᾶι πόλει τῶν Δελῶν ἐν ἀγορᾶι] τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις·
ἐπειδὴ Διονύσιος Ληγέτ[ου Ἐλεάτας π]αρεπιδαμήσας ἐν τᾶι πόλει τάν τε
ἀναστροφὰν ἐποιήσατο [καλῶς καὶ εὐσχ]ημόνως καὶ ἀξίως τᾶς αὑτοῦ πατρί-
5 δος καὶ παραπορευθεὶς π̣[οτὶ τὸν δᾶμον] καὶ ἀξιωθεὶς τὰν θεωροδοκίαν, ἀνε-
δέξατο τῶν πυθίων καὶ [Σωτηρίων· ἀγαθᾶι τύ]χαι, δεδόχθαι τᾶι πόλει ἐπαινέσαι Διο-
νύσιον Ληγέτου Ἐλε[άταν καὶ εἶμεν αὐτὸν κα]ὶ ἐκγόνους πρόξενον καὶ θεωροδό-
κον τ̣[ῶ]ν {τῶν} τε Πυθίω[ν καὶ Σωτηρίων, καὶ ὑπάρχ]ειν αὐτοῖς πάντα ὅσα καὶ τοῖς ἄλ-
λοις πρ[οξένοις καὶ εὐεργέταις ὑπάρχει τ]ᾶς πόλιος· εἶμεν δὲ αὐτῶι καὶ ἐκγό-
10 [νοις γᾶς καὶ οἰκίας ἔγκτησιν· ἀναγράψαι δὲ αὐτῶι τὰ]ν προξενίαν καὶ θεωροδοκίαν
[τοὺς ἄρχοντας ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος ὅπου ἂν δ]οκῆι καλῶς ἔχειν. ἄρχον-
[τος Πραξία, βουλευόντων Μνάσωνος, Σωτίμου, Ἀμφισ]τ̣ράτου.
Search Help
Contact Us