[ ]
Phokis — Delphi — 192 BC — SGDI 2652
| 1 | θεοί. |
| ἄρχοντος Κλεοδάμου, βουλευόντων Ἀμύντα, Θεοφράστου, Πραξία, ἔδοξε τᾶι πόλει τῶν | |
| Δελφῶν· ἐπειδὴ ἐπανελθόντες θεωροὶ οἱ ἀποσταλέντες ἐπὶ τὰν ἐπαγγελίαν τῶν Πυ- | |
| θίων Ἀμύντας καὶ Χαρίξενος ψάφισμά τε ἀνήνεγκαν παρὰ Χερσονασιτᾶν τῶν ἐκ̣ τ̣οῦ | |
| 5 | Πόντου, καθὼς ἦν λελυτρωμένοι ὑπ’ αὐτῶν καὶ πεπολυωρημένοι ἐμ πάντοις, κα̣[ὶ αὐ]- |
| τοὶ διελέγεν ἀκολούθως τοῖς γεγραμμένοις ἀπολογιζόμενοι ἃν ἔχοιεν αἵρε[σιν] | |
| ποτὶ τὰμ πόλιν τῶν Δελφῶν καὶ κοινᾶι καὶ καθ’ ἱδίαν πάντοις, καὶ νῦν ἀποστείλα[ντες] | |
| Φορμίωνα καὶ Ἡρακλείδαν θυσίαν συνετέλεσαν τῶι θεῶι ἑκατόμβαν βούπρω[ιρον, καὶ] | |
| δωδεκαΐδα βούπρωιρον τᾶι Ἀθάναι, καὶ τὰ κρέα τᾶμ βοῶν διένειμαν τοῖς πο̣λ̣[ίταις], | |
| 10 | ἐποιήσαντο δὲ καὶ αὐτοὶ τὰν ἐπιδαμίαν καταξίως καὶ αὐτῶν καὶ τῶν ἀποστειλάν- |
| των αὐτούς, —— δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν, ἐπαινέσαι τε τᾶι πόλει τῶγ Χερσο- | |
| νασιτᾶν τῶν ἐκ τοῦ Πόντου καὶ τοῖς ἀποσταλέντοις ὑπ’ αὐτῶν ἐπί τε τᾶι αἱρέσει | |
| ἇι ἔχοντι καὶ εὐνοίαι ποτί τε τὸν θεὸν καὶ τὰμ πόλιν τῶν Δελφῶν· δεδόσθαι δὲ καὶ τᾶι | |
| [πόλ]ει τῶν Χερσονασιτᾶν προμαντείαν, καὶ τοῖς ἀποσταλέντοις Φορμίωνι καὶ Ἡρα- | |
| 15 | [κλε]ίδαι προξενίαν. ἀναγράψαι δὲ τὸ ψάφισμα τοὺς ἄρχοντας τοὺς ἐνάρχους ἐν τῶι |
| [ἱ]ερῶι τοῦ Ἀπόλλωνος· ἀποστεῖλαι δὲ καὶ ξένια τοῖς παραγεγονότοις Φορμίωνι | |
| κ̣αὶ Ἡρα̣[κλε]ί̣δαι τοὺς ταμίας Χαρίξενον, Διόδωρον. |