[ ] Phokis — Delphi — 193 BC
1 θ[ε]οί.
ἄρχοντος ἐν Δελφοῖς Ἐκεφ[ύλ]ου, ἱερομναμονούντων· Αἰτωλῶν Ἀλεξομεν[οῦ Καλυδωνίου, — — —c.13— — —]
*(UPATAI/OU, *LEONTOME/NEOS *BO[UTT]I/OU, *DAMOTI/MOU *)AGRINIE/OS, *)ARI/STWNOS *S[T]RA[TI/OU], TOU= DEI=NOS [!4&c.13$!5]-
λάου Κερρεάτα, Δαμοφ̣άν̣εος [Ποτ]ιδανιέος, Λαμέδωνος Θαυμακοῦ, Ἀλεξάνδ[ρου ․․c.7․․, ․․․․․․․c.18․․․․․․․]
5 Δελφῶν Θρασυκλέος, Ὀρέστα· Χίων Ἀπολλωνίου· Μαγνήτων Κτεάτου, γραμματε[ύοντος τοῦ δεῖνος ․․․c.9․․․]·
ἐπεὶ Πιξώδαρος ὁ Κρατέα Μυ[λασ]εύς, ἀπόγονος ὢν Μαυσσώλου τοῦ Ἑκατόμν[ου, ἀπελογίξατο τὰ τῶν προγόνων]
ποτὶ τὸ ἱερὸν τὸ ἐν Δελφοῖς [καλά τε] καὶ ἔνδοξα καὶ ἃς παρείσχηντο χρείας τοῖ[ς Ἀ]μ[φικτιόνοις ἐμ παντὶ χρόνωι],
ἐνεφάνιξε δὲ καὶ ὅτι αὐτὸς ἀ[κολού]θως διακείμενος τᾶι τήνων προαιρέσει δι[ατελεῖ εὔνους ὢν ποτὶ τὸ κ]οινὸν
{ποτὶ} τὸ Ἀμφικτιονικὸν ἐμ [παντὶ] καιρῶι συμπράσ[σ]ων καὶ συναίτιος γινόμενο[ς] τῶ[ν συμφερόντων πάντοις καὶ]
10 τιμίων· δεδόχθαι τοῖς ἱερομ[να]μόνοις τῶν Ἀμφικτιόνων, ἀσφάλειαν εἶμεν [καὶ ἀτέλειαν πάντων Πιξω]δάρωι
καὶ τοῖς ἐκγόνοις αὐτοῦ καὶ [ὑπ]άρχειν αὐτοῖς παρὰ τῶν Ἀμφικτιόνων πά[ντ]α [τὰ τίμιά τε καὶ φιλάνθρωπα]·
δεδόσθαι δὲ αὐτοῖς καὶ προ[δικ]ίαν πάντων τῶν ἀδικημάτων, ποιειμένοι[ς τὰς ἐγδικάσεις ἐν τοῖς ἱερομναμόνοις ?]
καὶ τὰ λοιπὰ οἰκονομεόντοι[ς] κατὰ τοὺς τῶν Ἀμφικτιόνων νόμους. τὸ δὲ ψάφι[σμα τόδε ἀναγράψαι ἐν]
Δελφοῖς ἐν τῶι ἱερῶι τοῦ Ἀ[πόλλω]νος.
Search Help
Contact Us