[ ]
Phokis — Delphi — ca. 211 BC — SGDI 2645; BCH 98.1974.159 — Pouilloux
| 1 | ἔδοξε τᾶι πόλει τῶν Δελφῶν σὺν ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ παραγενόμενος |
| εἰς τὰν πόλιν ἁμῶν Ματροφάνης Μενεκράτεος, θεοπρόπος καὶ πρεσβευτὰς | |
| παρὰ τοῦ δήμου τοῦ Σαρδιανῶν, τά τε {τά τε} ὑπάρχοντα Δελφοῖς φιλάνθρωπα | |
| ἐκ παλαιῶν χρόνων ποτὶ Σαρδιανοὺς ἀνανεοῦται καὶ ἐνφανίζει, ἃν ἔχοντι | |
| 5 | εὔνοιαν πάντες ποτὶ τὰν πόλιν τὰν ἁμετέραν, vacant 23 ll. |
| ἀγαθᾶι τύχαι, δεδόχθαι· ἐπαινέσαι τὸν δῆμον τὸν Σαρδιανῶν ἐπὶ τᾶι εὐνοίαι | |
| ἃν ἔχει ποτὶ Δελφούς, καὶ ὑπάρχειν αὐτοῖς τὰν δεδομέναν ἐ[ξ] ἀρχᾶς παρὰ τᾶς | |
| πόλιος τᾶς Δελφῶν προμαντείαν καὶ ἀτέλειαν καὶ προεδρίαν καὶ τἆλλα [ὅσα] | |
| καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. εἶμεν δὲ καὶ τὰν πόλιν τῶν Δελ[φῶν] | |
| 10 | πρόξενον τᾶς πόλιος τᾶς Σαρδιανῶν, καὶ ἐπειδὴ ἀξιοῖ Ματροφάνης ἀποδεῖ̣[ξαι] |
| τὸν προθύσοντα διὰ τὸ μὴ ὑπάρχειν πρόξενον Σαρδιανῶν, οὐ δυνατ{ῶν} ὄντων [αὐ]- | |
| τῶν πλείον[ο]ς χρόνου παραγενέσσται εἰς τὸ μαντεῖον διὰ τὰς αἰτίας, | |
| ἃς ἀπελογίσατο Ματροφάνης, προθύειν αὐτῶι τὰν πόλιν. | |
| vacant versus duo |