Syll.³ 548[2]
[ ] Phokis — Delphi — ca. 211 BC — SGDI 2645; BCH 98.1974.159 — Pouilloux
1 ἔδοξε τᾶι πόλει τῶν Δελφῶν σὺν ψάφοις ταῖς ἐννόμοις· ἐπειδὴ παραγενόμενος
εἰς τὰν πόλιν ἁμῶν Ματροφάνης Μενεκράτεος, θεοπρόπος καὶ πρεσβευτὰς
παρὰ τοῦ δήμου τοῦ Σαρδιανῶν, τά τε {τά τε} ὑπάρχοντα Δελφοῖς φιλάνθρωπα
ἐκ παλαιῶν χρόνων ποτὶ Σαρδιανοὺς ἀνανεοῦται καὶ ἐνφανίζει, ἃν ἔχοντι
5 εὔνοιαν πάντες ποτὶ τὰν πόλιν τὰν ἁμετέραν, vacant 23 ll.
ἀγαθᾶι τύχαι, δεδόχθαι· ἐπαινέσαι τὸν δῆμον τὸν Σαρδιανῶν ἐπὶ τᾶι εὐνοίαι
ἃν ἔχει ποτὶ Δελφούς, καὶ ὑπάρχειν αὐτοῖς τὰν δεδομέναν ἐ[ξ] ἀρχᾶς παρὰ τᾶς
πόλιος τᾶς Δελφῶν προμαντείαν καὶ ἀτέλειαν καὶ προεδρίαν καὶ τἆλλα [ὅσα]
καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. εἶμεν δὲ καὶ τὰν πόλιν τῶν Δελ[φῶν]
10 πρόξενον τᾶς πόλιος τᾶς Σαρδιανῶν, καὶ ἐπειδὴ ἀξιοῖ Ματροφάνης ἀποδεῖ̣[ξαι]
τὸν προθύσοντα διὰ τὸ μὴ ὑπάρχειν πρόξενον Σαρδιανῶν, οὐ δυνατ{ῶν} ὄντων [αὐ]-
τῶν πλείον[ο]ς χρόνου παραγενέσσται εἰς τὸ μαντεῖον διὰ τὰς αἰτίας,
ἃς ἀπελογίσατο Ματροφάνης, προθύειν αὐτῶι τὰν πόλιν.
                    vacant versus duo
Search Help
Contact Us