[ ] Phokis — Delphi — ca. 213 BC?
1 [στραταγέο]ν̣τος Πανταλέωνος τὸ πέμπτον, ἐν δὲ Μελι[τεί]-
[αι ἀρχόντ]ων Μενεδάμου τοῦ Θρασυδάμου, Πολεμ̣ίτ̣α
[τοῦ ․․․․ο]υ, Φείδωνος τοῦ Εὐκράτεος, ἐν δὲ Ξυνί̣αις Δα[μο]-
[στράτου? τ]ο̣ῦ Συμμάχου, Νικία τοῦ Ἀριστίωνος Φιλλίδα [το]
5 —c.8-9—ος, ἔκριναν οἱ δικαστ̣[αὶ οἱ αἱρεθέν]τ[ε]ς ὑπὸ τῶν
[Αἰτωλ]ῶ̣ν, τῶν π̣[όλεων ἐξ ὁμολόγων ἐπιχωρησ]ά̣ν̣τ̣[ων, ὁ δεῖ]-
[να․․․․]α Γ․․․․α[ς], Κ[αλλείδης? ․․․ωνο]ς Πελλανε[ύς],
[ὁ δεῖνα —c.8—]εος Π[ελλανεύς?, Φιλώτ]α̣ς̣ Θεοδότου Ἀ[πε]-
[ραντός. ὅρια εἶμε]ν Ξυνια[ίοι]ς καὶ Μελιταιεῦσι τᾶς χώ[ρας],
10 [ἃν ἁμὲ περιαγή]σαντο οἱ Μελιταιεῖς· ἀπὸ τοῦ ἱεροῦ τοῦ
[Βορρᾶ ἐν τ]ὰν νάπαν ἐν τὰμ παγὰν τοῦ Χαράδρου· καὶ [ἐκ]
[τᾶς παγᾶς ἐ]ν τὸ νέμος τὸ ποτὶ τᾶι Στροβείαι· ἀπ̣<ὸ?> τοῦ νέ[με]-
[ος ἐν τὰν ὁδὸ]ν τὰν ἁμαξιτόν· ἐκ τᾶς ὁδοῦ ἐν τὰ{ν} ὄρη̣ [τὰ]
[Ἰόνεια· ἐξ ὀ]ρ̣έ̣ων τῶν Ἰονείων ἐν τὸ νέμος τὸ Αἰννα̣[ῖον]·
15 [ἐκ τοῦ νέμε]ο̣ς̣ τ̣οῦ Αἰνναίου ἐν τὸμ ποταμὸν τὸν Χάρ[α]-
[δρον· ἐκ τοῦ] Χαράδρου ἐν τὸ χῶμα· ἐκ τοῦ χώματος ἐν
[τὰν παγὰν] Ξ̣υτ̣αρίδα καλουμέναν. μάρτυρες· Λυκίσ-
[κος Λύκου], Λυκίσκος Σκορπίωνος, Ἀνδρόνικος Βίττου, Δά-
[μων? Ἑλλα]νίκου, Δίκων Πολυχάρμου, Δικαίαρχος Κρινο-
20 [λάου, ὁ δεῖνα] Λ̣αμίου, Νικόμαχος Μάχωνος Θέρμιοι· Εὐ[ρύ]-
[δαμος?, Δά?]μ̣ων, Ξεν̣νίας, Λ[υ]κ̣ίσκος Εἰδαῖοι· Λοχαγὸς Κ[αλλι]-
[πολίτας. —— Με]λιταιέοις καὶ Πηρέοις ἔκριναν οἱ ὑπὸ τῶν Αἰτωῶν] κτλ.
Search Help
Contact Us