Syll.³ 534
[ ] Phokis — Delphi — 218-217 BC
1 θεοί.
ἄρχοντος Ἀρχελάου, βουλευόντων Ταραντίνου, Γλαύκου, Βαβύλ[ου],
Ὀρθαίου, Νικοδάμου, ἔδοξε τᾶι πόλει τῶν Δελφῶν [ἐ]ν ἀγορᾶι τελείωι σὺ[μ]
ψάφοις ταῖς ἐννόμοις. ἐπειδὴ Πανταλέων [Νέ]ωνος Ἀρσινοεὺς ἐν
5 τοῖς ἔνπροσθεν χρόνοις εὔ̣[ν]ους ὢν διετέλ[ει] τᾶι πόλει καὶ νῦν κατ[α]-
σταθεὶς ὑπὸ τῶν Αἰτωλῶ̣[ν] ἐπιμελητὰς το[ῦ τ]ε ἱεροῦ καὶ τᾶς πόλ̣ιο̣ς̣
ὁσίως καὶ ἐνδόξως τό τε ἱερὸν καὶ τὰν πόλ̣[ιν] διε̣φύλαξε καὶ τοῖς πο[λί]-
τ̣αις συνανεστράφη καλῶς καὶ εὐγνωμόνως, τάν τε ὑπάρχου̣σ̣α[ν]
ὁμόνοιαν ποτὶ αὐσαυτοὺς καὶ ποτὶ τοὺς Αἰτωλο̣ὺς ἐπὶ πλεῖον συ-
10 ναύξησε, δεδόχθαι· ἐπαινέσαι Πανταλέοντα Ν̣έω[ν]ος Ἀρσινοέα
εὐσεβείας ἕνεκεν καὶ εὐεργεσίας τᾶς ἐν τὸ ἱ̣ερὸν̣ κ̣αὶ τάν πόλιν, καὶ ε̣[ἰ]-
μεν αὐτὸν πρόξενον τᾶς πόλιος καὶ ἐκγόνους, ὑπάρχει<ν> δὲ αὐτὼι καὶ ἐκγό-
νοις προμαντείαν, ἀσυλίαν, ἀτέλειαν, προεδρίαν ἐν πᾶσι τοις ἀγώνοι[ς],
οὓς ἁ πόλις τίθητι, καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέται[ς]
15 τοῦ ἱεροῦ καὶ τᾶς πόλιος· δεδόσθαι δὲ αὐτῶι καὶ ἐκγόνοις καὶ ἐπινομίαν
ἐν τᾶι Δελφίδι τὸν πάντα χρόνον.
Search Help
Contact Us