[ ]
Phokis — Delphi — 231 or 230 BC — SGDI 2520
| 1 | ἐπὶ Πειθαγόρα ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομνημονούντων· |
| Αἰτωλῶν Τελέσωνος, Βίττου, Λεοντομένους, Βούκριος, Δρωπάκου, Ὁμά- | |
| ρου, Χηρία· Δελφῶν Λύσωνος, Ζακυνθίου· Φωκέων Νικάρχου, Τιμασικράτου̣ς· | |
| Βοιωτῶν Οἰνάδου, Ξενοφάνους, γραμματεύοντος Μελανθίου Αἰτωλου· | |
| 5 | ἔδοξε τοῖς ἱερομνήμοσι, Ἀχαιΐωνα καὶ τὸν ὑὸν Ἀνταγόραν ὑπηρέτας εἶ- |
| μεν τοῖς ἱερομνήμοσιν καὶ εἶναι αὐτοῖς τὴν αὐτὴν προδικίαν καὶ ἀσφά̣- | |
| λειαν ἥνπερ καὶ τῶι κήρυκι τῶν Ἀμφικτυόνων καὶ ἀτέλειαν αὐτοῖς | |
| εἶναι καὶ ἐκγόνοις. | |
| εἰ δέ τίς κα παρὰ ταῦτα πράσσηται, αὐτοὺς ὑποδίκους εἶμ[εν] | |
| 10 | ἐν τοῖς ἱερομνάμοσιν τοὺς πράξαντας· τοὺς δὲ ἱερομνάμο[νας] |
| τοὺς ἐνάρχους ὄντας ἀεὶ τὰν ἐπιμέλειαν ὑπὲρ αὐτῶν ποιε[ῖσθαι] | |
| καὶ καταδικάζοντας καὶ πράσσον[τ]ας κυρίους εἶμεν. |