[ ] Phokis — Delphi — 231 or 230 BC — SGDI 2520
1 ἐπὶ Πειθαγόρα ἄρχοντος, πυλαίας ὀπωρινῆς, ἱερομνημονούντων·
Αἰτωλῶν Τελέσωνος, Βίττου, Λεοντομένους, Βούκριος, Δρωπάκου, Ὁμά-
ρου, Χηρία· Δελφῶν Λύσωνος, Ζακυνθίου· Φωκέων Νικάρχου, Τιμασικράτου̣ς·
Βοιωτῶν Οἰνάδου, Ξενοφάνους, γραμματεύοντος Μελανθίου Αἰτωλου·
5 ἔδοξε τοῖς ἱερομνήμοσι, Ἀχαιΐωνα καὶ τὸν ὑὸν Ἀνταγόραν ὑπηρέτας εἶ-
μεν τοῖς ἱερομνήμοσιν καὶ εἶναι αὐτοῖς τὴν αὐτὴν προδικίαν καὶ ἀσφά̣-
λειαν ἥνπερ καὶ τῶι κήρυκι τῶν Ἀμφικτυόνων καὶ ἀτέλειαν αὐτοῖς
εἶναι καὶ ἐκγόνοις.
εἰ δέ τίς κα παρὰ ταῦτα πράσσηται, αὐτοὺς ὑποδίκους εἶμ[εν]
10 ἐν τοῖς ἱερομνάμοσιν τοὺς πράξαντας· τοὺς δὲ ἱερομνάμο[νας]
τοὺς ἐνάρχους ὄντας ἀεὶ τὰν ἐπιμέλειαν ὑπὲρ αὐτῶν ποιε[ῖσθαι]
καὶ καταδικάζοντας καὶ πράσσον[τ]ας κυρίους εἶμεν.
Search Help
Contact Us