[ ]
Phokis — Delphi — ca. 239 BC? — SGDI 2607
| 1 | θεοί. |
| ἁ πόλις τῶν Δελφῶν ἔδωκε Τεισιμάχωι Λεοντίου ἀτέλειαν πάν- | |
| των ὡς καὶ τοῖς ἄλλοις πολίταις, καὶ αὐτῶι καὶ ἐκγόνοις, καὶ γᾶς καὶ | |
| οἰκίας ἔμπασιν. ἀντὶ δὲ τοῦ χειροτεχνίου τὸ προσκάνιον ἱστάτω | |
| 5 | Ἡρακλείοις. ἄρχοντος Καλλικλεῦς, βουλευόντων Δαμαίου, Εὐρυ- |
| μήδευς, Ξενοδάμου, Στράτωνος, Κράτωνος. |