[ ] Phokis — Delphi — ca. 239 BC? — SGDI 1409
1 στραταγέοντος Τιμαίου, ἔδοξε τοῖς
Αἰτωλοῖς· μηθένα τῶν ἐν Δελφοῖς συνοί-
κων ἀτελέα εἶμεν, εἴ κα μὴ δοθῆ[ι] παρὰ
τᾶς πόλιος τῶν Δελφῶν ἀτέλεια· καὶ εἴ
5 τινοις ἔμπροσθεν ἀτέλεια γέγονε
μὴ δόντων τῶν πολιτᾶν, ὑποτελεῖς
εἶμεν, καθὼς καὶ οἱ λοιποὶ σύνοικοι.
Search Help