[ ] Phokis — Delphi — 270-260 BC — SGDI 2615
1 θεοί.
ἐπὶ Ἀχαιμένευς ἄρχοντος, βουλευόντων Ἰασιμάχου, Πραξία, Ἐμ<μ>ενίδα,
Ἐχεκρατίδα, Ἵππωνος, ἔδοξε τᾶι πόλει ἐν ἀγορᾶι τελείωι σὺμ ψάφωι
τᾶι ἐννόμωι· Φιλιστίωνι καὶ ἐκγόνοις ἀτέλειαν εἶμεν χοραγίας
5 καὶ τοῦ ἰατρικοῦ, ἀπολελύσθαι δὲ τὰν πόλιν ἀπὸ τῶν ῥυσίων πάντων,
ὧν ἐπεκάλει Φιλστί]ων ὑπὲρ τὰν πόλιν ἀποτετεῖκεν, ὑφ’ ὧν ἔφατο
ἐρρυσιάσται ὑπὲρ τὰν πόλιν.
Search Help
Contact Us